Πέμπτη, 22 Ιουνίου 2017

Πότε εὐφραίνεται ὁ ἐχθρός

♰♰♰♰♰

 
ΟΥΧΙ αἱ θλίψεις͵ αἱ δοκιμασίας ἕνεκεν προσαγόμεναι τοῖς ἁγίοις͵ εὐφροσύνην τοῖς ἐχθροῖς ἡμῶν τοῖς ἀοράτοις προξενοῦσιν· ἀλλ΄ ὅταν ἀπαγορεύσωμεν θλιβόμενοι καὶ στενοχωρηθῶσιν ἡμῶν οἱ λογισμοί͵ ἀπειρηκότων ἡμῶν πρὸς τὸ πυκνὸν τῶν κακώσεων͵ τότε εὐφραίνονται καὶ κροτοῦσι καὶ ἐπιχαίρουσιν. 
 
Οἷον ἐπὶ τοῦ Ἰώβ. Ἀπολωλέκει τὴν κτῆσιν· τέκνων ἐστέρητο· ἰχῶρας αὐτῷ καὶ σκώληκας ἡ σὰρξ ἀπέζεσεν· οὔπω τοῦτο εὐφροσύνη τῷ ἀντιπάλῳ. Εἰ δὲ ἐνδοὺς πρὸς τὰ ἐπίπονα εἰρήκει τι δύσφημον ῥῆμα κατὰ τὴν συμβουλὴν τῆς γυναικὸς͵ τότε ἂν εὐφράνθησαν οἱ ἐχθροὶ ἐπ΄ αὐτῷ. 
 
Τοῦτο καὶ ἐπὶ Παύλῳ πεινῶντι καὶ διψῶντι καὶ γυμνητεύοντι καὶ κολαφιζομένῳ καὶ κοπιῶντι καὶ ἀστατοῦντι· οὐκ εὐφραίνετο ὁ ἐχθρός· τὸ ἐναντίον μὲν οὖν͵ συνετρίβετο βλέπων οὕτω τὰ ἀγωνίσματα φέροντα͵ ὥστε λέγειν αὐτὸν καταφρονητικῶς· 
 
Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; 
♰♰♰♰♰
Μεγάλου Βασιλείου: «ὁμιλίαι εἰς τούς ψαλμούς»
(Homiliae super Psalmos)
Συλλογή 18 ομιλιών με αφορμή το περιεχόμενο των Ψαλμών του Δαυίδ.
Απόσπασμα από την Ομιλία εις τον ΚΘʹ Ψαλμόν

Κυριακή, 18 Ιουνίου 2017

Ὁμιλία πρός τούς πλουτούντας
«Ὅσα βλέπει ὀφθαλμὸς, τοσούτων ἐπιθυμεῖ ὁ πλεονέκτης·»

Κοίταξε προσεκτικά, άνθρωπε, τη φύση του πλούτου. Γιατί τόσο σε συγκλονίζει το χρυσάφι; Πέτρα είναι ο χρυσός, πέτρα ο άργυρος, πέτρα ο μαργαρίτης, πέτρα η κάθε μία από τις πέτρες και βηρύλλιο και αχάτης και υάκινθος και αμέθυστος και ίασπις. Αυτά λοιπόν είναι τα άνθη τού πλούτου. Απ’ αυτές εσύ άλλες μεν αποθηκεύεις με το να τις παραχώνεις, άλλες, τις διαυγείς από τις πέτρες, με σκοτάδι τις καλύπτεις και τις πιο πολύτιμους από αυτές, τις περιφέρεις καμαρώνοντας για τη λάμψη τους. Πες μου, ποιο το όφελός σου να περιστρέφης το χέρι που λαμποκοπά από πέτρες; 
..............
Ποιος καλλωπιστής μπόρεσε να προσθέσει μια μέρα στη ζωή; 
Ποιον λυπήθηκε ο θάνατος για τα πλούτη του; Ποιος γλύτωσε από την αρρώστια επειδή είχε χρήματα;
Ως πότε ο χρυσός θα είναι η αγχόνη των ψυχών, το αγκίστρι του θανάτου, το δόλωμα της αμαρτίας; Ως πότε ο πλούτος θα είναι η αιτία του πολέμου, για τον οποίο κατασκευάζονται όπλα, και ακονίζονται τα ξίφη; Εξ αιτίας αυτού οι συγγενείς παραγκωνίζουν τη συγγένεια, οι αδελφοί με φονική διάθεση υποβλέπει ο ένας τον άλλον. Εξ αιτίας του πλούτου οι ερημιές φιλοξενούν τους φονιάδες, η θάλασσα τους πειρατές, οι πόλεις τους συκοφάντες. Ποιος είναι ο πατέρας τού ψεύδους; ποιος ο δημιουργός της πλαστογραφίας; Ποιος γέννησε την ψευδορκία; Δεν είναι ο πλούτος; Δεν είναι η μέριμνα γι’ αυτόν;
**************
Homilia in divites
(PG 31, σελ. 277 – 304)

 Εἴρηται καὶ πρώην ἡμῖν τὰ περὶ τοῦ νεανίσκου τούτου, καὶ μέμνηται πάντως ὅ γε φιλόπονος ἀκροατὴς τῶν ἐξητασμένων τότε· πρῶτον μὲν, ὅτι οὐχ ὁ αὐτός ἐστι τῷ παρὰ τῷ Λουκᾷ νομικῷ. Ὁ μὲν γὰρ πειραστὴς ἦν, εἰρωνικὰς τὰς ἐρωτήσεις ποιούμενος· οὗτος δὲ, ὑγιῶς μὲν ἐρωτῶν, οὐκ εὐπειθῶς δὲ παραδεχόμενος. Οὐ γὰρ ἂν ἀπῆλθεν ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσιν τοῦ Κυρίου λυπούμενος, εἰ καταφρονητικῶς αὐτῷ προσῆγε τὰς πεύσεις. ∆ιόπερ οἱονεὶ μικτὸν αὐτοῦ τὸ ἦθος ἡμῖν ἀνεφαίνετο· πῆ μὲν ἐπαινετὸν δεικνύοντος τοῦ λόγου, πῆ δὲ ἀθλιώτατον καὶ πάντη ἀπεγνωσμέ νον. Τὸ μὲν γὰρ γνωρίσαι τὸν ἀληθῶς διδάσκαλον, καὶ παρελθόντα τὴν Φαρισαίων ἀλαζονείαν, καὶ νομικῶν οἴησιν, καὶ γραμματέων ὄχλον, τὴν προσηγορίαν ταύτην ἀναθεῖναι τῷ μόνῳ ἀληθινῷ καὶ ἀγαθῷ διδασκάλῳ, τοῦτο ἦν ὃ ἐπῃνεῖτο. Καὶ μέντοι τὸ φανῆναι φροντίδος ἄξιον ποιούμενον πῶς ἂν τῆς αἰωνίου κληρονομήσειε ζωῆς, ἀποδεκτὸν καὶ τοῦτο. Ἐκεῖνο δὲ λοιπὸν ἐλέγχει αὐτοῦ τὴν ὅλην προαίρεσιν, οὐ πρὸς τὸ ἀληθινῶς καλὸν ἀποβλέπουσαν, ἀλλὰ τὸ τοῖς πολλοῖς ἀρέσκον περισκοποῦσαν· τὸ, μαθόντα παρὰ τοῦ ἀληθινοῦ διδασκάλου μαθήματα σωτήρια, μὴ ἐγγράψαι τῇ ἑαυτοῦ καρδίᾳ, μηδὲ εἰς ἔργον ἀγαγεῖν τὰ διδάγματα, ἀλλ' ἀπελθεῖν ἀθυμοῦντα, τῷ πάθει τῆς φιλοπλουτίας ἐσκοτωμένον. Τοῦτο δὲ τὴν ἀνωμαλίαν τῶν τρόπων, καὶ τὸ πρὸς ἑαυτὸν ἀσύμφωνον ἀπελέγχει. 
∆ιδάσκαλον λέγεις, καὶ τὰ μαθητῶν οὐ ποιεῖς; 
Ἀγαθὸν ὁμολογεῖς, καὶ τὰ διδόμενα παραπέμπῃ; 
Καίτοι ὅ γε ἀγαθὸς ἀγαθῶν ἐστι παρεκτικὸς δηλονότι. Καὶ ἐρωτᾷς μὲν περὶ τῆς αἰωνίου ζωῆς· ἐλέγχῃ δὲ ὅλως τῇ ἀπολαύσει τοῦ παρόντος βίου προσδεδεμένος. Τί δέ σοι χαλεπὸν, ἢ βαρὺ, ἢ ὑπέρογκον ῥῆμα ὁ διδάσκαλος προετείνατο; 
♱ Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς·
Εἴ σοι προέβαλε πόνους γεωργικοὺς, ἢ τοὺς ἐξ ἐμπορίας κινδύνους, ἢ ὅσα ἄλλα τοῖς χρηματιζομένοις ἐπίπονα πρόσεστιν, ἔδει σε λυπηθῆναι δυσφοροῦντα τῷ ἐπιτάγματι· εἰ δὲ οὕτως διὰ ῥᾳδίας ὁδοῦ, οὐδένα πόνον ἐχούσης οὐδὲ ἱδρῶτα, ἐπαγγέλλεταί σε κληρονόμον τῆς αἰωνίου ζωῆς ἀπο δείξειν, οὐ χαίρεις τῇ εὐκολίᾳ τῆς σωτηρίας, ἀλλ' ἀπέρχῃ ὀδυνώμενος τὴν ψυχὴν καὶ πενθῶν, καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπεπόνηται. Εἰ γὰρ οὐκ ἐφόνευσας, ὡς σὺ φῂς, οὔτε ἐμοίχευσας, οὔτε ἔκλεψας, οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν ψευδῆ, ἀνόνητον σεαυτῷ ποιεῖς τὴν περὶ ταῦτα σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον, δι' οὗ μόνου δυνήσῃ εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ εἰ μὲν ἰατρὸς ἐπηγγέλλετο κολοβώματα μελῶν ἐκ φύσεως ἢ ἐξ ἀῤῥωστίας προσόντα σοι διορθώσασθαι, οὐκ ἂν ἠθύμεις ἀκούων· ἐπειδὴ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς τέλειόν σε ποιῆσαι βούλεται τοῖς καιριωτάτοις ἐλλείποντα, οὐ δέχῃ τὴν χάριν, ἀλλὰ πενθεῖς καὶ σκυθ ρωπάζεις. Ἐκείνης μὲν γὰρ δῆλος εἶ τῆς ἐντολῆς μακρὰν ὑπάρχων, καὶ ψευδῶς σεαυτῷ προσμαρτυρήσας αὐτὴν, ὅτι ἠγάπησας τὸν πλησίον σου ὡς σεαυτόν. Ἰδοὺ γὰρ τὸ παρὰ τοῦ Κυρίου προταθὲν ἐλέγχει σε παμπληθὲς τῆς ἀληθινῆς ἀγάπης ἀπολειπόμενον. 
♱ Εἰ γὰρ ὅπερ διεβεβαιώσω ἀληθὲς ἦν, ὅτι ἐφύλαξας ἐκ νεότητος τὴν ἐντολὴν τῆς ἀγάπης, καὶ τοσοῦτον ἀπέδωκας ἑκάστῳ ὅσον καὶ σεαυτῷ, πόθεν σοι ἡ τῶν χρημάτων αὕτη περιουσία; 
∆απανητικὸν γὰρ πλούτου ἡ θεραπεία τῶν δεομένων· ὀλίγα μὲν ἑκάστου πρὸς τὴν ἀναγκαίαν ἐπιμέλειαν δεχομένου, πάντων δὲ ὁμοῦ καταμεριζο μένων τὰ ὄντα, καὶ περὶ ἑαυτοὺς δαπανώντων. 
♱ Ὥστε ὁ ἀγαπῶν τὸν πλησίον ὡς ἑαυτὸν οὐδὲν περισσότερον κέκτηται τοῦ πλησίον· ἀλλὰ μὴν φαίνῃ ἔχων κτήματα πολλά. 
Πόθεν ταῦτα; ἢ δῆλον ὅτι τὴν οἰκείαν ἀπόλαυσιν προτι μοτέραν τῆς τῶν πολλῶν παραμυθίας ποιούμενος. Ὅσον οὖν πλεονάζεις τῷ πλούτῳ, τοσοῦτον ἐλλείπεις τῇ ἀγάπῃ. Ἐπεὶ πάλαι ἂν ἐμελέτησας τῶν χρημάτων τὴν ἀλλοτρίωσιν, εἰ ἠγαπήκεις σου τὸν πλησίον. Νυνὶ δὲ προσπέφυκέ σοι τὰ χρήματα πλέον ἢ τὰ μέλη τοῦ σώματος, καὶ λυπεῖ σε αὐτῶν ὁ χωρισμὸς ὡς ἀκρωτηριασμὸς τῶν καιρίων. 
♱ Εἰ γὰρ ἠμφίασας γυμνὸν, εἰ ἔδωκας πεινῶντι τὸν ἄρτον σου, εἰ ἡ θύρα σου ἠνέῳκτο παντὶ ξένῳ, εἰ ἐγένου πατὴρ ὀρφανῶν, εἰ παντὶ συνέπασχες ἀδυνάτῳ, ὑπὲρ ποίων ἂν ἐλυπήθης χρημάτων; 
Ποῦ δ' ἂν καὶ ἐδυσχέρανας ἀποτιθέμενος τὰ λειπόμενα, πάλαι μελετήσας αὐτὰ διανέμειν τοῖς ἐνδεέσιν; Εἶτα, ἐν μὲν πανηγύρει οὐδεὶς λυπεῖται προϊέμενος τὰ παρόντα καὶ ἀντικτώμενος τὰ ἐνδέοντα· ἀλλ' ὅσῳπερ ἂν ἐλάττονος τιμῆς τὰ πολυτίμητα πρίηται, τοσούτῳ χαίρει, ὡς λαμπροῦ αὐτῷ τοῦ συναλλάγματος γενομένου· σὺ δὲ λυπῇ, χρυσίον, καὶ ἀργύριον, καὶ κτήματα διδούς· τουτέστι, λίθους καὶ χοῦν παρεχόμενος, ἵνα κτήσῃ τὴν μακαρίαν ζωήν. 
 Ἀλλὰ τί χρήσῃ τῷ πλούτῳ; 
Ἐσθῆτι πολυτιμήτῳ περιβαλεῖς σεαυτόν; 
Οὐκοῦν δύο μέν σοι πηχῶν χιτωνίσκος ἀρκέσει, ἑνὸς δὲ ἱματίου περιβολὴ πᾶσαν τῶν ἐνδυμάτων ἐκπληρώσει τὴν χρείαν. 
Ἀλλ' εἰς τροφὴν καταχρήσῃ τῷ πλούτῳ; 
Εἷς ἄρτος ἱκανὸς ἀποπληρῶσαι γαστέρα. 
Τί οὖν λυπῇ; ὡς τίνος στερούμενος; δόξης τῆς ἀπὸ τοῦ πλούτου; Ἀλλ' ἐὰν μὴ χαμαὶ ζητήσῃς τὴν δόξαν, εὑρήσεις τὴν ἀληθινὴν ἐκείνην καὶ λαμπρὰν προάγουσάν σε ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀλλ' αὐτὸ τὸ ἔχειν τὸν πλοῦτον ἀγαπητόν ἐστι, κἂν μηδὲν ἀπ' αὐτοῦ περιγίνεται ὄφελος. 
♱ Ὅτι μὲν οὖν ἀνόνητός ἐστιν ἡ τῶν ἀχρήστων σπουδὴ, παντὶ γνώριμον.
Πλὴν ἀλλὰ παράδοξον ἴσως φανεῖταί σοι ὃ μέλλω λέγειν· παντὸς δέ ἐστιν ἀληθέστερον. Σκορπιζόμενος ὁ πλοῦτος, καθ' ὃν ὁ Κύριος ὑποτίθεται τρόπον, πέφυκε παραμένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦσθαι. 
♱ Ἐὰν φυλάσσῃς, οὐκ ἔχεις· ἐὰν σκορπίσῃς, οὐκ ἀπολεῖς·
Ἐσκόρπισε γὰρ, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· Ἀλλ' οὐ γὰρ ἱματίων ἕνεκεν οὐδὲ τροφῶν ὁ πλοῦτός ἐστι τοῖς πολλοῖς περισπούδαστος, ἀλλά τις ἐπινενόηται μεθοδεία τῷ διαβόλῳ, μυρίας τοῖς πλουσίοις δαπάνης ἀφορμὰς ὑποβάλλουσα, ὥστε τὰ περιττὰ καὶ ἄχρηστα ὡς ἀναγκαῖα σπου δάζεσθαι, μηδὲν δὲ αὐτοῖς ἐξαρκεῖν πρὸς τὴν τῶν ἀναλωμάτων ἐπίνοιαν. Καταμερίζουσι γὰρ τὸν πλοῦτον πρός τε τὴν παροῦσαν χρείαν, καὶ πρὸς τὴν μέλλουσαν· καὶ τὸν μὲν ἑαυτοῖς, τὸν δὲ παισὶν ἀποτίθενται. 
Εἶτα καὶ διαιροῦσι τὸν αὐτὸν εἰς ἀφορμὰς δαπάνης ποικίλης. Οἷαι γὰρ αὐτῶν αἱ διατάξεις, ἄκουσον. Ἔστω, φησὶν, ὁ μὲν ἐν χρήσει πλοῦτος, ὁ δὲ ἀπόθετος· καὶ ὁ ταῖς χρείαις ὑπηρετούμενος ὑπερβαινέτω τῶν ἀναγκαίων τὸν ὅρον· οὗτος πρὸς τὰς κατ' οἶκον πολυτελείας παρέστω, ἐκεῖνος πρὸς τὰς ἔξωθεν φαντασίας ὑπηρετείτω· ὁ μὲν ὁδοιποροῦντι χορηγείτω τὴν πολυτέλειαν, ὁ δὲ ἐφ' ἑστίας μένοντι λαμπρὸν καὶ περίβλεπτον κατασκευαζέτω τὸν βίον· ὥστε μοι θαυμάζειν ἔπεισι τῶν περιττῶν τὴν ἐπίνοιαν. 
Ὀχήματά ἐστι μυρία, τὰ μὲν σκευαγωγοῦντα, τὰ δὲ αὐτοὺς περιφέροντα, χαλκῷ καὶ ἀργύρῳ κεκαλυμμένα. 
Ἵπποι παμπληθεῖς, καὶ οὗτοι γενεαλογούμενοι ἀπὸ εὐγενείας πατέρων, ὥσπερ οἱ ἄνθρωποι. Οἱ μὲν τρυφῶντας αὐτοὺς κατὰ τὴν πόλιν περιφέρουσιν· ἄλλοι συνθηρεύουσιν, ἄλλοι πρὸς ὁδοιπορίαν ἐξησκημένοι. 
Χαλινοὶ καὶ ζῶναι καὶ περιδέῤῥεα, πάντα ἀργυρᾶ, πάντα χρυσόπαστα. 
Τάπητες ἁλουργοὶ, κοσμοῦντες τοὺς ἵππους ὥσπερ νυμφίους· ἡμιόνων πλῆθος, κατὰ χρόαν διῃρημένων· ἡνίοχοι τούτων, ἀλλήλων διάδοχοι, οἱ προτρέχοντες, οἱ παρεπόμενοι. Τῶν ἄλλων οἰκετῶν ἀριθμὸς ἄπειρος πρὸς πᾶσαν αὐτοῖς πολυτέλειαν ἐξαρκῶν· ἐπίτροποι, ταμίαι, γεωργοὶ, παντοδαπῆς ἔμπειροι τέχνης, τῆς τε ἀναγκαίας καὶ τῆς πρὸς ἀπόλαυσιν καὶ τρυφὴν εὑρημένης· μάγειροι, σιτοποιοὶ, οἰνοχόοι, θηρευταὶ, πλάσται, ζωγράφοι, ἡδονῆς παντοίας δημιουργοί. 
Ἀγέλαι καμήλων, τῶν μὲν ἀχθοφόρων, τῶν δὲ νομάδων, ἵππων ἀγέλαι, βουκόλια, ποίμνια, συφόρβια, οἱ τούτων νομεῖς, γῆ ἡ πᾶσι τούτοις πρὸς τροφὴν ἐξα ρκοῦσα, καὶ ἔτι ταῖς προσόδοις τὸν πλοῦτον αὔξουσα· λουτρὰ ἐν πόλει· λουτρὰ κατ' ἀγρούς· οἶκοι παντοδαποῖς μαρμάροις περιλαμπόμενοι, ὁ μὲν Φρυγίου λίθου, ἄλλος Λακωνικῆς ἢ Θεσσαλικῆς πλακός· καὶ τούτων οἱ μὲν ἐν χειμῶνι θάλποντες, οἱ δὲ ἀναψύχοντες ἐν τῷ θέρει. 
Ἔδαφος ταῖς ψηφῖσι διηνθισμένον, χρυσὸς ὑπαλείφων τὸν ὄροφον. Ὅσον δὲ τῶν τοίχων διαφεύγει τὴν πλάκα, τοῖς τῆς γραφικῆς ἄνθεσι καλλωπίζεται. 
♱ Ἐπειδὰν δὲ εἰς μυρία διασπώμενος ὁ πλοῦτος ἔτι περιττεύει, κατὰ γῆς ὠθεῖται, καὶ ἐν ἀποῤῥήτοις φυλάσσεται. 
Ἄδηλον γὰρ τὸ μέλλον, μήπου τινὲς ἡμᾶς ἀδόκητοι καταλάβωσι χρεῖαι. 
♱ Ἄδηλον μὲν οὖν, εἰ ἥξεις πρὸς τὴν χρείαν τοῦ κατορωρυγμένου χρυσίου· οὐκ ἄδηλος δὲ ἡ ζημία τῆς ἀπανθρωπίας τῶν τρόπων. 
Ὅτε γὰρ οὐκ ἠδυνήθης ταῖς μυρίαις ἐπινοίαις ἐκδαπανῆσαι τὸν πλοῦτον, τότε αὐτὸν εἰς τὴν γῆν ἀπεκρύψω. Μανία δεινὴ, ἕως μὲν ἐν μετάλλοις ἦν ὁ χρυσὸς, ἀνερευνᾷν τὴν γῆν· ὅτε δὲ φανερὸς ἐγένετο, πάλιν αὐτὸν ἐν τῇ γῇ ἀφανίζειν. Εἶτα, οἶμαι, συμβαίνει σοι κατορύσσοντι τὸν πλοῦτον συγκατορύσσειν καὶ τὴν καρδίαν· 
♱ Ὅπου γὰρ ὁ θησαυρός σου, φησὶν, ἐκεῖ καὶ ἡ καρδία·
∆ιὰ τοῦτο λυποῦσιν αἱ ἐντολαί· ἀβίωτον γὰρ ἑαυτοῖς τὸν βίον τίθενται, μὴ ταῖς ἀνωφελέσι δαπάναις ἐνασχολού μενοι. Καί μοι δοκεῖ τὸ πάθος τοῦ νεανίσκου, ἢ καὶ τῶν παραπλησίων αὐτῷ, παρόμοιον εἶναι, ὥσπερ ἂν εἴ τις ὁδοιπόρος ἐπιθυμίᾳ πόλεώς τινος συντόνως τὴν μέχρις αὐτῆς ὁδὸν διανύσας, εἶτα αὐτοῦ που περὶ τὰ πρὸ τῶν τειχῶν καταλύσειεν πανδοχεῖα, ὄκνῳ μικρᾶς κινήσεως τόν τε προϋπάρξαντα πόνον ἀχρειῶν, καὶ τῆς ἱστορίας τῶν ἐν τῇ πόλει καλῶν ἑαυτὸν ἀποκλείων. Τοιοῦτοί εἰσιν οἱ τὰ μὲν ἄλλα ποιεῖν καταδεχόμενοι, ἀντιβαίνοντες δὲ πρὸς τὴν τῶν ὑπαρχόντων ἀπόθεσιν. 
♱ Οἶδα πολλοὺς νηστεύοντας, προσευχομένους, στενάζοντας, πᾶσαν τὴν ἀδάπανον εὐλάβειαν ἐνδεικνυμένους, ὀβολὸν δὲ ἕνα μὴ προϊεμένους τοῖς θλιβομένοις. Τί ὄφελος τούτοις τῆς λοιπῆς ἀρετῆς; 
Οὐ γὰρ παραδέχεται αὐτοὺς ἡ βασιλεία τῶν οὐρανῶν· διότι· Εὐκοπώτερον, φησὶν, κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· 
Ἀλλ' ἡ μὲν ἀπόφασις οὕτως ἐναργὴς, καὶ ὁ εἰπὼν ἀψευδής· οἱ δὲ πειθόμενοι σπάνιοι. Καὶ πῶς βιωσόμεθα πάντα ἀποκτησάμενοι; φησίν· τί δὲ τὸ σχῆμα τοῦ βίου ἔσται, πάντων πωλούντων καὶ πάντων ἀποκτωμένων; Μὴ ἐρώτα με διάνοιαν δεσποτικῶν προσταγμάτων. Οἶδεν ὁ νομοθετήσας καὶ τὸ δυνατὸν συναρμόσαι τῷ νόμῳ. Σοῦ δὲ ὥσπερ ἐπὶ τρυτάνης δοκιμάζεται ἡ καρδία, πότερον πρὸς τὴν ζωὴν τὴν ἀληθινὴν ἢ πρὸς τὴν παροῦσαν ἀπόλαυσιν καταῤῥέπει. 
♱ Οἰκονομικὴν τοῦ πλούτου τὴν χρῆσιν, ἀλλ' οὐκ ἀπολαυστικὴν τοὺς σωφρόνως λογιζομένους νομίζειν προσῆκεν·
καὶ ἀποτιθεμένους, χαίρειν ὡς ἀλλοτρίων χωριζομένους, ἀλλ' οὐχὶ δυσχεραίνειν ὡς τῶν οἰκείων ἐκπίπτοντας. Τί οὖν λυπῇ; τί καταπενθεῖς τῇ ψυχῇ, ἀκούων· Πώλησόν σου τὰ ὑπάρχοντα; Εἰ μὲν γὰρ ἠκολούθει σοι πρὸς τὸ μέλλον, οὐδ' οὕτως ἂν ἦν περισπούδαστα, ὑπὸ τῶν ἐκεῖ τιμίων ἐπισκοτούμενα· εἰ δὲ ἀνάγκη μένειν ἐνταῦθα, τί μὴ, πωλήσαντες, τὸ ἀπ' αὐτῶν κέρδος ἀπενεγκώμεθα; Σὺ δὲ, χρυσὸν μὲν διδοὺς, καὶ ἵππον κτώμε νος, οὐκ ἀθυμεῖς· φθαρτὰ δὲ προϊέμενος, καὶ βασιλείαν οὐρανῶν ἀντιλαμ βάνων, δακρύεις, ἀρνῇ τὸν αἰτοῦντα, καὶ ἀνανεύεις τὴν δόσιν, μυρίας προφάσεις ἀναλωμάτων ἐπινοῶν. 

♱ Τί ἀποκριθήσῃ τῷ κριτῇ ὁ τοὺς τοίχους ἀμφιεννὺς, ἄνθρωπον οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ τὸν χρυσὸν κατορύσσων, τοῦ ἀγχομένου καταφρονεῖς; 
♱ Ἀλλὰ πένητα λέγεις σαυτόν· κἀγὼ συντίθεμαι. 
Πένης γάρ ἐστιν ὁ πολλῶν ἐνδεής. Πολλῶν δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ τὸ τῆς ἐπιθυμίας ἀκόρεστον. 
Τοῖς δέκα ταλάντοις δέκα ἕτερα προστιθέναι σπουδάζεις· ἐπειδὰν εἴκοσι γένηται, ἄλλα τοσαῦτα ἐπιζητεῖς, καὶ ἀεί σοι τὸ προστιθέμενον, οὐχὶ τὴν ὁρμὴν ἵστησιν, ἀλλ' ἀναφλέγει τὴν ὄρεξιν.

♱ Ἐβουλόμην σε μικρὸν ἀναπνεῦσαι τῶν ἔργων τῆς ἀδικίας, καὶ δοῦναι σχολὴν τοῖς σεαυτοῦ λογισμοῖς, ὥστε ἐνθυμηθῆναι πρὸς ποῖον πέρας ἡ σπουδὴ τῶν γινομένων συντέταται. 
♱ Ἔχεις γῆς ἀροσίμης πλέθρα τόσα καὶ τόσα, γῆς πεφυτευμένης τοσαῦτα ἕτερα, ὄρη, πεδία, νάπας, ποταμοὺς, λιβάδας. Τί οὖν μετὰ ταῦτα; Οὐχὶ τρεῖς σε πήχεις ἀναμένουσιν οἱ πάντες; 
Οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ δυστήνῳ σαρκί; 
♱ Ὑπὲρ τίνος μοχθεῖς; ὑπὲρ τίνος παρανομεῖς; 
Τί συνάγεις χερσὶν ἀκαρπίαν; Εἴθε ἀκαρπίαν καὶ μὴ ὕλην τῷ αἰωνίῳ πυρί. Οὐ νήψεις ποτὲ ἀπὸ τῆς μέθης ταύτης; Οὐχ ὑγιανεῖς τοὺς λογισμούς; Οὐ σεαυτοῦ γενήσῃ; Οὐ πρὸ ὀφθαλμῶν λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; 
♱ Τί ἀπολογήσῃ, ἐπειδάν σε κύκλῳ περιστάντες οἱ ἠδικημένοι καταβοῶσί σου ἐπὶ τοῦ δικαίου κριτοῦ; 
Τί οὖν ποιήσεις; ποίους συνηγόρους μισθώσῃ; 
ποίους μάρτυρας παραστήσῃ; πῶς παραπείσεις τὸν ἀπαραλόγιστον δικαστήν; 
Οὐκ ἔνι ῥήτωρ ἐκεῖ· οὐκ ἔνι πιθανότης ῥημάτων, κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν· οὐκ ἀκολουθοῦσιν οἱ κόλακες, οὐ τὰ χρήματα, οὐχ ὁ ὄγκος τοῦ ἀξιώματος· ἔρημος φίλων, ἔρημος βοηθῶν, ἀσυνηγόρητος, ἀναπολόγητος, κατῃσχυμ μένος παραληφθήσῃ, σκυθρωπὸς, κατηφὴς, μεμονωμένος, ἀπαῤῥησίαστος. Ὅπου γὰρ ἂν περιαγάγῃς τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας· ἔνθεν τοῦ ὀρφανοῦ τὰ δάκρυα, ἐκεῖθεν τῆς χήρας τὸν στεναγμὸν, ἑτέρωθεν τοὺς κατακονδυλισθέντας ὑπό σου πένητας· τοὺς οἰκέτας, οὓς κατέξαινες· τοὺς γείτονας, οὓς παρώργιζες· πάντα σοι ἐπαναστήσεται· πονηρὸς χορὸς τῶν κακῶν σου πράξεων περιστοιχίσεταί σε. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργῶς τὰς πράξεις ἐξεικονίζουσαι.
∆ιὰ τοῦτο οὐκ ἔστιν ἄρνησις ἐκεῖ, ἀλλ' ἐμφράσσε ται στόμα καὶ τὸ ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγ ματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα οἷα ὑφ' ἡμῶν κατεσ κεύασται. Πῶς σοι δυνηθῶ ὑπ' ὄψιν ἀγαγεῖν τὰ φρικτά; 
Ἐὰν ἄρα ἀκούσῃς, ἐὰν ἄρα ἐνδῷς, μνήσθητι τῆς ἡμέρας ἐκείνης ἐν ᾗ· Ἀποκαλύπτεται ὀργὴ ἀπ' οὐρανοῦ· 
Μνήσθητι τῆς ἐνδόξου τοῦ Χριστοῦ παρουσίας, ὅτε ἀναστήσονται· Οἱ μὲν τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα εἰς ἀνάστασιν κρίσεως· Τότε αἰσχύνη αἰώνιος τοῖς ἁμαρτωλοῖς· Καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλων τοὺς ὑπεναντίους· Ἐκεῖνα λυπείτω σε, καὶ μὴ λυπείτω ἡ ἐντολή. Πῶς σε δυσωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπιθυμεῖς; γέενναν οὐ φοβῇ; πόθεν εὑρεθῇ ἴασις τῇ ψυχῇ σου; Εἰ γὰρ τὰ φρικτὰ οὐ πτοεῖ, τὰ φαιδρὰ οὐ προτρέπεται, λιθίνῃ καρδίᾳ διαλεγόμεθα.

♱ ∆ιάβλεψον, ἄνθρωπε, πρὸς τὴν φύσιν τοῦ πλούτου. Τί τοσοῦτον ἐπτόησαι περὶ τὸν χρυσόν; Λίθος ἐστὶν ὁ χρυσὸς, λίθος ὁ ἄργυρος, λίθος ὁ μαργαρίτης, λίθος τῶν λίθων ἕκαστος· χρυσόλιθον, καὶ βηρύλλιον, καὶ ἀχάτης, καὶ ὑάκινθος, καὶ ἀμέθυσος, καὶ ἴασπις. 
Ταῦτα δὴ τοῦ πλούτου τὰ ἄνθη· ὧν σὺ τὰ μὲν ἀποτίθεσαι κατακρύπτων, καὶ τοὺς διαφανεῖς τῶν λίθων σκότῳ κατακαλύπτων· τοὺς δὲ περιφέρεις, τῶν βαρυτίμων ἐναβρυνόμενος αὐτῶν τῇ αὐγῇ. 
♱ Εἰπὲ, τί ὄφελός σοι λίθοις λαμπομένην περιστρέφειν τὴν χεῖρα; 
Οὐκ ἐρυθριᾷς λιθιδίων κισσῶν ὡς αἱ γυναῖκες, ὅταν κύωσιν; Καὶ γὰρ ἐκεῖναι λιθίδια περιτρώγουσι, καὶ σὺ λίχνως ἔχεις περὶ τὰ ἄνθη τῶν λίθων, σαρδόνυχας, καὶ ἰάσπιδας, καὶ ἀμεθύσους ἐπιζητῶν. Τίς καλ λωπιστὴς μίαν ἡμέραν ἠδυνήθη τῷ βίῳ προσθεῖναι; τίνος ἐφείσατο θάνατος διὰ τὸν πλοῦτον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; 
♱ Ἕως πότε χρυσὸς, τῶν ψυχῶν ἡ ἀγχόνη, τὸ τοῦ θανάτου ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; 
Ἕως πότε πλοῦτος, ἡ τοῦ πολέμου ὑπόθεσις, δι' ὃν χαλκεύεται ὅπλα, δι' ὃν ἀκονᾶται ξίφη; 
∆ιὰ τοῦτον συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, ἀδελφοὶ κατ' ἀλλήλων φονικὸν βλέπουσι· διὰ τὸν πλοῦτον αἱ ἐρημίαι τοὺς φονευτὰς τρέφουσιν, ἡ θάλασσα τοὺς καταποντιστὰς, αἱ πόλεις τοὺς συκο φάντας. 
♱ Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; 
Τί πάσχετε, ἄνθρωποι; 
τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ' ὑμῶν ἐπιβουλὴν περιέτρεψε; Συνεργία πρὸς τὸ ζῇν. 
Μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρήματα; Λύτρον ψυχῆς. Μὴ γὰρ ἀφορμὴ ἀπωλείας; 

♱ Ἀλλ' ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη· τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει δεσπότην, ἴδιον οἰκονόμον· παρ' ἄλλου τὴν ζωὴν ἐδέξατο, παρ' αὐτοῦ τὰς ἀφορμὰς ἀναμένει τοῦ βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς; 
Ὅτε ᾔτεις παρὰ τοῦ Κυρίου τὴν εὐπαιδίαν, ὅτε ἠξίους γενέσθαι τέκνων πατὴρ, ἆρα προσέθηκας τοῦτο· ∆ός μοι τέκνα, ἵνα παρακούσω τῶν ἐντολῶν σου; δός μοι τέκνα, ἵνα μὴ φθάσω εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; 
Τίς δὲ καὶ ἐγγυητὴς ἔσται τῆς τοῦ παιδὸς προαιρέσεως, ὅτι εἰς δέον χρήσεται τοῖς δοθεῖσι; 
♱ Πολλοῖς γὰρ ὁ πλοῦτος ὑπηρέτης ἀκολασίας ἐγένετο.  
Ἢ οὐκ ἀκούεις τοῦ Ἐκκλησιαστοῦ λέγοντος· 
Εἶδον ἀῤῥωστίαν δεινὴν, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτῷ; καὶ πάλιν, ὅτι· Ἀφίω ἐγὼ αὐτὸν τῷ ἀνθρώπῳ τῷ μετ' ἐμέ. Καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων; Ὅρα δὴ οὖν μὴ, μετὰ μυρίων πόνων τὸν πλοῦτον ἀθροίσας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾶ τιμωρούμενος, ὧν τε αὐτὸς ἠδίκησας, καὶ ὧν ἕτερον ἐφωδίασας. 
Μὴ οὐχὶ παντὸς τέκνου οἰκειοτέρα σοῦ ἐστιν ἡ ψυχή; 
Μὴ οὐχὶ πάντων μᾶλλον εἰς οἰκειότητα προσεγγίζει; 
Πρώτῃ αὐτῇ ἀπόδος τὰ πρεσβεῖα τῆς κληρονομίας, πλουσίας αὐτῇ παράσχου τὰς ἀφορμὰς τῆς ζωῆς· καὶ τότε τοῖς παισὶ διαιρήσεις τὸν βίον. Οἱ μέν γε παῖδες παρὰ γονέων μὴ διαδεξάμενοι, ἑαυτοῖς πολλάκις οἴκους ἐποίησαν· ἡ ψυχὴ δὲ, παρὰ σοῦ ἐγκαταλειφθεῖσα, παρὰ τίνος ἐλεηθήσεται; 
♱ Εἴρηται πρὸς τοὺς πατέρας ἃ εἴρηται· οἱ ἄτεκνοι τίνα ἡμῖν εὐπρόσωπον αἰτίαν τῆς φειδωλίας προβάλλονται; Οὐ πωλῶ τὰ ὑπάρχοντα, οὐδὲ δίδωμι τοῖς πτωχοῖς, διὰ τὰς ἀναγκαίας τοῦ βίου χρείας. 
Οὐκοῦν οὐχ ὁ Κύριός σου διδάσκαλος, οὐδὲ τὸ Εὐαγγέλιον ῥυθμίζει σου τὸν βίον, ἀλλ' αὐτὸς σὺ νομοθετεῖς σεαυτῷ. Βλέπε δὲ εἰς οἷον κίνδυνον ἐμπίπτεις οὕτω διανοούμενος. Εἰ γὰρ ὁ μὲν Κύριος ὡς ἀναγκαῖα ἡμῖν διετάξατο, σὺ δὲ ὡς ἀδύνατα παραγράφῃ, οὐδὲν ἕτερον ἢ φρονιμώτερον σεαυτὸν εἶναι λέγεις τοῦ νομοθέτου. 
Ἀλλ' ἀπολαύσας αὐτῶν παρὰ πᾶσάν μου τὴν ζωὴν, μετὰ τὴν τελευτὴν τοῦ βίου διαδόχους ποιήσομαι τῶν ἐμοὶ προσόντων τοὺς πένητας, γράμμασι καὶ διαθήκαις κυρίους αὐτοὺς τῶν ἐμῶν ἀποδείξας. Ὅτε οὐκέτι ἔσῃ ἐν ἀνθρώποις, τότε γενήσῃ φιλάνθρωπος· ὅταν νεκρόν σε ἴδω, τότε σε εἴπω φιλάδελφον. Πολλή σοι χάρις τῆς φιλοτιμίας, ὅτι ἐν τῷ μνήματι κείμενος, καὶ εἰς γῆν διαλυθεὶς, ἁδρὸς γέγονας ταῖς δαπάναις καὶ μεγαλόψυχος. Ποίων, εἰπέ μοι, καιρῶν τοὺς μισθοὺς ἀπαιτήσεις, τῶν ἐν τῇ ζωῇ, ἢ τῶν μετὰ τὴν ἀποβίωσιν; Ἀλλ' ὃν μὲν ἔζης χρόνον, καθηδυπαθῶν τοῦ βίου καὶ τῇ τρυφῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένητας· ἀποθανόντος δὲ ποία μὲν πρᾶξις; ποῖος δὲ μισθὸς ἐργασίας ὀφείλεται; 
♱ ∆εῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς ἀντιδόσεις.  
Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται· οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπελθὼν στεφανοῦ ται· οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθίζεται· οὐ τοίνυν οὐδὲ μετὰ τὴν ζωὴν εὐσεβεῖ δηλονότι. Ἐν μέλανι καὶ γράμμασι κατεπαγγέλλῃ τὰς εὐποιίας. 
♱ Τί οὖν σεαυτὸν ἐξαπατᾷς, νῦν μὲν κακῶς εἰς ἀπόλαυσιν σαρκὸς τὸν πλοῦτον διατιθέμενος, ἐπαγγελλόμενος δὲ εἰς ὕστερον ὧν οὐκέτι ἔσῃ κύριος; 
Ὡς ὁ λόγος ἔδειξε, πονηρὰ ἡ βουλή· ζῶν μὲν, ἀπολαύσω τῶν ἡδονῶν· ἀποθανὼν δὲ, πράξω τὰ διατεταγμένα. Ἐρεῖ καὶ σοὶ Ἀβραάμ· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· Οὐ δέχεταί σε ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς, τὸν ὄγκον τοῦ πλούτου μὴ ἀποθέμενον. Βαστάζων αὐτὸν ἐξῆλθες· μὴ γὰρ ἀπέῤῥιψας, ὡς προσετάχθης. Ὅτε ἔζης, σεαυτὸν τῆς ἐντολῆς προετίθεις· μετὰ τὸν θάνατον καὶ τὴν διάλυσιν, τότε τὴν ἐντολὴν τῶν ἐχθρῶν προετίμησας. Ἵνα γὰρ μὴ λάβῃ ὁ δεῖνα, λαβέτω, φησὶν, ὁ Κύριος. Καὶ τοῦτο τί εἴπωμεν, ἐχθρῶν ἄμυναν, ἢ τοῦ πλησίον ἀγάπην; Ἀνάγνωθί σου τὰς διαθήκας. Ἐβουλόμην μὲν ζῇν, καὶ ἀπολαύειν τῶν ἐμαυτοῦ. Τῷ θανάτῳ χάρις, οὐ σοί. Εἰ γὰρ ἦς ἀθάνατος, οὐκ ἂν ἐμνήσθης τῶν ἐντολῶν· Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται· Νεκρὸν εἰς θυσιαστήριον οὐκ ἀνάγεται· ζῶσαν προσένεγκε τὴν θυσίαν.  
Ὁ ἐκ τοῦ περισσεύματος προσφέρων ἀπρόσδεκτος. Σὺ δὲ ἃ μετὰ πᾶσαν τὴν ζωὴν ἐπερίσσευσε, ταῦτα προσφέρεις τῷ εὐεργέτῃ. Εἰ οὐ τολμᾷς ἐκ τῶν λειψάνων τῆς τραπέζης δεξιώσασθαι τοὺς ἐνδόξους, πῶς οὖν τολμᾷς τὸν Θεὸν ἐκ τῶν λειψάνων ἐξιλεοῦσθαι; 
♱ Ἴδετε τὸ τέλος τῆς φιλοχρηματίας, οἱ πλούσιοι, καὶ παύσασθε ἐμπαθῶς πρὸς τὰ χρήματα διακείμενοι. 
♱ Ὅσῳ φιλόπλουτος εἶ, τοσούτῳ μᾶλλον μηδὲν ὑπολίπῃ τῶν προσόντων σοι. 
Πάντα σεαυτοῦ ποίησαι, πάντα ἐπικόμισαι, μὴ καταλίπῃς ἀλλοτρίοις τὸν πλοῦτον. Τάχα σε οὐδὲ περιστελοῦσιν οἱ οἰκέται τῷ τελευταίῳ κόσμῳ, ἀλλ' ἀφοσιώσονται τὴν ταφὴν, τοῖς κληρονόμοις λοιπὸν προσχωρήσαντες κατὰ τὴν εὔνοιαν. Ἤ που καὶ καταφιλοσοφήσουσί σου τότε· Ἀπειροκαλία, φησὶν, καλλωπίζειν νεκρὸν, καὶ πολυτελῶς ἐκκομίζειν τὸν οὐκέτι αἰσθανόμενον. Τί δὲ οὐ βέλτιον τοὺς περιόντας κοσμεῖσθαι τῇ πολυτελεῖ καὶ ἐνδόξῳ περιβολῇ, ἢ συγκατασήπειν τῷ νεκρῷ τὰ πολυτίμητα τῆς ἐσθῆτος; 
♱ Τί δὲ μνήματος ἐπισήμου, καὶ ταφῆς πολυτελοῦς, καὶ δαπάνης ἀκερδοῦς ὄφελος; 
∆έον εἰς τὰ κατὰ τὸν βίον ἀναγκαῖα χρήσασθαι τοῖς περιοῦσιν. Τοιαῦτα ἐροῦσι καὶ σὲ τῆς βαρύτητος ἀμυνόμενοι, καὶ τοῖς διαδεξαμένοις τὰ σὰ χαριζόμενοι. Προλαβὼν οὖν, σεαυτὸν ἐνταφίασον. Καλὸν ἐντάφιον ἡ εὐσέβεια. Πάντα περιβαλλόμενος ἄπελθε· οἰκεῖον κόσμον τὸν πλοῦτον ποίησαι· ἔχε αὐτὸν μετὰ σεαυτοῦ. Πείσθητι καλῷ συμβούλῳ, τῷ ἀγαπήσαντί σε Χριστῷ, τῷ δι' ἡμᾶς πτωχεύσαντι, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· τῷ δόντι ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν. Ἢ ὡς σοφῷ τὸ συμφέρον ἡμῖν συνορῶντι πεισθῶμεν, ἢ ὡς ἀγαπῶντος ἡμᾶς ἀνασχώμεθα, ἢ ὡς εὐεργέτην ἡμῶν ἀμειψώμεθα. Πάντως δὲ ποιήσωμεν τὰ διατεταγμένα ἡμῖν, ἵνα κληρονόμοι γενώμεθα. τῆς αἰωνίου ζωῆς τῆς ἐν αὐτῷ τῷ Χριστῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἐὰν δὲ δὴ καὶ γυνὴ φιλόπλουτος συνοικεῖ, διπλάσιον ἡ νόσος· τάς τε γὰρ τρυφὰς ἀναφλέγει· καὶ τὰς φιληδονίας συναύξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις ἐνίησι, λίθους τινὰς ἐπινοοῦσα, μαργαρίτας καὶ σμαράγδους καὶ ὑακίνθους, καὶ χρυσὸν, τὸν μὲν χαλκεύουσα, τὸν δὲ ἐξυφαίνουσα, καὶ διὰ πάσης ἀπειροκαλίας τὴν νόσον αὔξουσα. Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπουδὴ, ἀλλὰ καὶ νύκτες καὶ ἡμέραι τὰς περὶ τούτων μερίμνας ἔχουσι.
Καὶ μυρίοι τινὲς κόλακες, ταῖς ἐπιθυμίαις αὐτῶν ὑποτρέχοντες, συνάγουσι τοὺς ἀνθοβαφεῖς, τοὺς χρυσοχόους, τοὺς μυρεψοὺς, τοὺς ὑφάντας, τοὺς ποικιλτάς. Οὐδένα χρόνον ἀναπνεῖν δίδωσι τῷ ἀνδρὶ ἐκ τῶν συνεχῶν αὐτῆς ἐπιταγμάτων. Οὐδεὶς ἐξαρκεῖ πλοῦτος ταῖς γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος, οὐδ' ἂν ἐκ ποταμῶν ἐπιῤῥέῃ· ὅταν σπουδάζηται μὲν παρ' αὐταῖς τὸ βαρβαρικὸν μύρον, ὡς τὸ ἐξ ἀγορᾶς ἔλαιον, τὰ δὲ ἐκ θαλάττης ἄνθη, ἡ κόχλος, ἡ πίννα, ὑπὲρ τὸ ἐκ τῶν προβάτων ἔριον. 

♱ Χρυσὸς δὲ, περισφίγγων τοὺς βαρυτίμους τῶν λίθων, ὁ μέν τις αὐταῖς προμετωπίδιος γίνεται κόσμος, ὁ δὲ περιαυχένιος· καὶ ἄλλος ἐν ζώναις, καὶ ἄλλος τὰς χεῖρας δεσμεῖ καὶ τοὺς πόδας. Χαίρουσι γὰρ αἱ φιλόχρυσοι δεδεμέναι ταῖς χειροπέδαις, μόνον ἐὰν χρυσὸς ὁ δεσμῶν αὐτὰς ᾖ. 
Πότε οὖν ψυχῆς ἐπιμελήσεται ὁ γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος; Ὥσπερ γὰρ τὰ ὑπόσαθρα τῶν πολίων καταιγίδες καὶ ζάλαι, οὕτως αἱ πονηραὶ τῶν γυναικῶν διαθέσεις τὰς ἀσθενεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσι. Πρὸς τοσαῦτα δὴ οὖν διελκόμενος ὁ πλοῦτος ὑπὸ ἀνδρὸς καὶ γυναικὸς, ἀλλήλους νικώντων ταῖς ἐφευρέσεσι τῶν ματαίων, εἰκότως οὐδένα καιρὸν ἔχει πρὸς τοὺς ἔξωθεν παρακύπτειν. 
♱ Ἀλλ' ἐὰν μὲν ἀκούσῃς· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· ἵνα ἔχῃς ἐφόδια πρὸς τὴν αἰωνίαν ἀπόλαυσιν, ἀπέρχῃ λυπούμενος· ἐὰν δὲ ἀκούσῃς· ∆ὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθοξόοις, τέκτοσι, ψηφοθέταις, ζωγράφοις, χαίρεις ὡς δή τι χρημάτων τιμιώτερον κατακτώμενος. Οὐχ ὁρᾷς τοὺς τοίχους τούτους τοὺς ὑπὸ τοῦ χρόνου καταῤῥυέντας, ὧν τὰ λείψανα, ὥσπερ σκόπελοί τινες, διὰ τῆς πόλεως πάσης ἀνέχουσιν; 
♱ Πόσοι ἦσαν κατὰ τὴν πόλιν πένητες, τούτων ἐγειρομένων, οἳ διὰ τὴν περὶ ταῦτα σπουδὴν ὑπὸ τῶν τότε πλουσίων παρεωρῶντο; 
Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τῇ τούτων μεγαλουργίᾳ ζηλούμενος; Οὐ τὰ μὲν συγκέχυται καὶ ἠφάνισται, ὥσπερ τὰ κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμενα, ὁ δὲ ἐν τῷ ᾅδῃ κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελόμενος; 
♱ Μεγάλην ἔχε τὴν ψυχήν· τοῖχοι δὲ καὶ μικροὶ καὶ μείζους τὴν αὐτὴν χρείαν πληροῦσιν.
Ὅταν παρέλθω εἰς οἰκίαν ἀνδρὸς ἀπειροκάλου καὶ ὀψιπλούτου, καὶ ἴδω αὐτὴν παντοίοις γεγανωμένην ἄνθεσιν, οἶδα ὅτι οὗτος οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέκτηται, ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Ποίαν, εἰπέ μοι, χρείαν περισσοτέραν παρέχουσιν ἀργυραῖ κλῖναι καὶ τράπεζαι ἀργυραῖ, ἐλεφάντιναι στιβάδες καὶ ἐλεφάντινοι δίφροι, ὥστε τὸν πλοῦτον διὰ ταῦτα μὴ διαβαίνειν πρὸς τοὺς πτωχοὺς, καίτοι μυρίοι ἐφεστᾶσι τῇ θύρᾳ, πᾶσαν ἐλεεινὴν ἀφιέντες φωνήν; Σὺ δὲ ἀρνῇ τὴν δόσιν, ἀδύνατον εἶναι λέγων ἐπαρκεῖν τοῖς αἰτοῦσι. Καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυσαι, ὑπὸ δὲ τῆς χειρὸς διελέγχῃ· σιωπῶσα γάρ σου ἡ χεὶρ τὴν ψευδολογίαν κηρύσσει, περιαστραπτομένη ὑπὸ τῆς ἐπὶ τοῦ δακτυλίου σφενδόνης. Πόσους δύναται εἷς σου δακτύλιος χρεῶν ἀπολῦσαι; πόσους οἴκους καταπίπτοντας ἀνορθῶσαι; Μία σου κιβωτὸς τῶν ἱματίων δύναται δῆμον ὅλον ῥιγοῦντα περιβαλεῖν· ἀλλ' ὑπομένεις ἄπρακτον ἀποπέμψαι τὸν πένητα, οὐ φοβούμενος τὸ δίκαιον τῆς ἀνταποδόσεως τοῦ κριτοῦ. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ· οὐκ ἤνοιξας τὴν οἰκίαν, ἀπο πεμφθήσῃ τῆς βασιλείας· οὐκ ἔδωκας τὸν ἄρτον, οὐ λήψῃ τὴν αἰώνιον ζωήν. 
♱ Ὥσπερ γὰρ τοῖς μεθύουσιν ἀφορμὴ τοῦ πίνειν ἡ προσθήκη τοῦ οἴνου γίνεται, οὕτω καὶ οἱ νεόπλουτοι, πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυμοῦσι, τῷ ἀεὶ προστιθεμένῳ τὴν νόσον τρέφοντες, καὶ περιτρέπεται αὐτοῖς ἡ σπουδὴ πρὸς τὸ ἐναντίον. 
Οὐ γὰρ εὐφραίνει αὐτοὺς τὰ παρόντα τοσαῦτα ὄντα, ὅσον λυπεῖ τὰ ἐνδέοντα ἅπερ ἂν αὐτοῖς ἐλλείπειν ὑπόθωνται· ὥστε ἀεὶ τὴν ψυχὴν αὐτοῖς ταῖς μερίμναις ἐκτήκεσθαι, πρὸς τὸ ὑπερβάλλον τὴν ἅμιλλαν ποιουμένοις. ∆έον γὰρ εὐφραίνεσθαι καὶ χάριν ἔχειν, τοσούτων ὄντας εὐπορωτέρους· οἱ δὲ δυσφο ροῦσιν καὶ ὀδυνῶνται, ὅτι ἑνός που ἢ δευτέρου τῶν ὑπερπλουτούντων ἀπολιμπάνονται. Ὅταν τοῦτον τὸν πλούσιον καταλάβωσιν, εὐθὺς τῷ πλουσιωτέρῳ παρισωθῆναι φιλονεικοῦσιν· κἂν ἐπ' ἐκεῖνον φθάσωσιν, ἐπὶ τὸν ἄλλον τὴν σπουδὴν μεταφέρουσιν. Ὥσπερ γὰρ οἱ τὰς κλίμακας ἀναβαίνοντες, ἀεὶ πρὸς τὴν ὑπερκειμένην βαθμίδα τὸ ἴχνος αἴροντες, οὐ πρότερον ἵστανται πρὶν ἂν τῆς ἄκρας ἐφίκωνται· οὕτω καὶ οὗτοι οὐ παύονται τῆς κατὰ τὴν δυναστείαν ὁρμῆς, ἕως ἂν ὑψωθέντες, ἀπὸ μετεώρου τοῦ πτώματος ἑαυτοὺς καταῤῥάξωσιν. Τὴν σελευκίδα τὸ ὄρνεον ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρεστον τὴν σεαυτοῦ ψυχὴν κατεσκεύασας. 
♱ Ὅσα βλέπει ὀφθαλμὸς, τοσούτων ἐπιθυμεῖ ὁ πλεονέκτης· Οὐ πλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν· καὶ οὐ κορεσθήσεται φιλάργυρος τοῦ λαμβάνειν.
♱ Ὁ ᾅδης οὐκ εἶπεν· Ἀρκεῖ, οὐδὲ ὁ πλεονέκτης εἶπέ ποτε· Ἀρκεῖ. 
Πότε χρήσῃ τοῖς παροῦσι; πότε ἀπολαύσεις αὐτῶν, ἀεὶ τοῖς πόνοις τῆς κτήσεως συνεχόμενος; 
♱ Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· Σὺ δὲ τί ποιεῖς; Οὐ προφασίζῃ μυρία, ἵνα λάβῃς τὰ τοῦ πλησίον; 
Ἐπισκοτεῖ μοι, φησὶν, ἡ τοῦ γείτονος οἰκία, θορύβους ἐνίησιν, ἢ τὸ πλανώμενον ὑποδέχεται, ἢ ὅ τι ἂν τύχῃ αἰτιασάμενος, περιελαύνων, καὶ ἐξωθῶν, καὶ ἕλκων ἀεὶ, καὶ σπαράσσων, οὐ πρότερον παύεται, πρὶν ἂν ἐπαγάγῃ αὐτοῖς ἀνάγκην μετα ναστάσεως. Τί τὸν Ναβουθὲ τὸν Ἰεζραηλίτην ἀπέκτεινεν; Οὐχ ἡ τοῦ Ἀχαὰβ ἐπιθυμία τοῦ ἀμπελῶνος; 
♱ Πονηρὸς ἐν πόλει σύνοικος, πονηρὸς ἐν ἀγροῖς, ὁ πλεονέκτης. Ἡ θάλασσα οἶδεν τὰ ὅρια αὐτῆς· ἡ νὺξ οὐχ ὑπερβαίνει ὁροθεσίας ἀρχαίας.  
Ὁ δὲ πλεονέκτης οὐκ αἰδεῖται χρόνον, οὐ γνωρίζει ὅρον, οὐ συγχωρεῖ ἀκολουθίαν διαδοχῆς, ἀλλὰ μιμεῖται τοῦ πυρὸς τὴν βίαν· πάντα ἐπιλαμβάνει, πάντα ἐπινέμεται. 
Καὶ ὥσπερ οἱ ποταμοὶ, ἐκ μικρᾶς τῆς πρώτης ἀρχῆς ὁρμηθέντες, εἶτα ταῖς κατ' ὀλίγον προσθήκαις ἀνυπόστατον λαβόντες τὴν αὔξησιν, τῷ βιαίῳ τῆς φορᾶς τὸ ἐνιστάμενον παρασύρουσιν· οὕτω καὶ οἱ ἐπὶ μέγα τῆς δυνάμεως προελ θόντες, ἐκ τῶν ἤδη καταδυναστευθέντων τὴν τοῦ πλείονας ἀδικεῖν δύναμιν προσλαμβάνοντες, τοῖς προηδικημένοις τοὺς λειπομένους καταδουλοῦν ται, καὶ γίνεται αὐτοῖς δυνάμεως αὔξησις ἡ περιουσία τῆς πονηρίας. Οἱ γὰρ προπεπονθότες κακῶς, ἠναγκασμένην αὐτοῖς παρεχόμενοι τὴν βοή θειαν, τὰς καθ' ἑτέρων βλάβας καὶ ἀδικίας συνεκπονοῦσιν. Ποῖος γὰρ γείτων, ποῖος σύνοικος, τίς συναλλάκτης οὐ παρασύρεται; 
♱ Οὐδὲν ὑφίσταται τὴν βίαν τοῦ πλούτου· Πάντα ὑποκύπτει τῇ τυραννίδι, πάντα ὑποπτήσσει τὴν δυναστείαν, πλείονα λόγον ἑκάστου τῶν ἠδικημένων ἔχοντος μὴ προσπαθεῖν τι κακὸν, ἢ δίκην λαβεῖν ὑπὲρ τῶν φθασάντων. Ἐπάγει τὰ ζεύγη τῶν βοῶν, ἀροτριᾷ, κατασπείρει, θερίζει τὰ μὴ προσήκοντα. Ἐὰν ἀντείπῃς, αἱ πληγαί· ἐὰν ὀδύρῃ, ὕβρεων γραφαὶ, ἀγώγιμος εἶ, οἰκήσεις τὸ δεσμωτήριον, οἱ συκοφάνται εὐτρεπεῖς, εἰς τὸν ὑπὲρ τοῦ ζῇν κίνδυνον καθιστῶντες. Ἀγαπήσεις, καὶ ἄλλο τι προσδοὺς, ἀπηλλάχθαι πραγμάτων. 

Τίς οὖν ἀναγγελεῖ σοι τὸν καιρὸν τῆς ἐξόδου; 

τίς ἐγγυητὴς ἔσται τοῦ τρόπου τῆς τελευτῆς;
Πόσοι ὑπὸ βιαίων ἀνηρπάσθησαν συμπτωμάτων, οὐδὲ φωνὴν ῥῆξαι συγχωρηθέντες ὑπὸ τοῦ πάθους;
Πόσους πυρετὸς ἐποίησεν ἔκφρονας;
Τί οὖν ἀναμένεις καιρὸν, ἐν ᾧ πολλάκις οὐδὲ τῶν λογισμῶν τῶν σεαυτοῦ ἔσῃ κύριος;
Νὺξ βαθεῖα, καὶ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ· καὶ ὁ ἐφεδρεύων τῷ κλήρῳ ἕτοιμος, πάντα πρὸς τὸ ἑαυτοῦ χρήσιμον διοικούμενος, ἄπρακτά σοι ποιῶν τὰ βουλεύματα. 

Εἶτα περιβλεψάμενος ὧδε καὶ ὧδε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε ἐρημίαν, τότε αἰσθήσῃ τῆς ἀβουλίας· τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολὴν, ὅτε ἡ μὲν γλῶσσα παρεῖται, ἡ δὲ χεὶρ ὑπότρομος ἤδη κλονουμένη ταῖς συνολκαῖς, ὡς μήτε φωνῇ μήτε γράμματι διασημάναι τὴν γνώμην. Καίτοι εἰ καὶ πάντα φανερῶς ἐγέγραπτο, καὶ πᾶσα φωνὴ διαῤῥήδην κεκήρυκτο, ἓν γράμμα παρεντεθὲν ἱκανὸν ἦν πᾶσαν μεταποιῆσαι τὴν γνώμην· μία σφραγὶς παραποιηθεῖσα, δύο ἢ τρεῖς μάρτυ ρες ἄδικοι, ὅλον ἂν τὸν κλῆρον ἐφ' ἑτέρους μετήνεγκαν. 
♱ Ἀμήν.
greekdownloads

Τετάρτη, 7 Ιουνίου 2017

Ὁ κόσμος δημιουργήθηκε ἀχρόνως

ΔΙΑ τὸ ἀκαριαῖον καὶ ἄχρονον τῆς δημιουργίας εἴρηται τὸ Ἐν ἀρχῇ ἐποίησεν͵ ἐπειδὴ ἀμερές τι καὶ ἀδιάστατον ἡ ἀρχή. Ὡς γὰρ ἡ ἀρχὴ τῆς ὁδοῦ οὔπω ὁδὸς καὶ ἡ ἀρχὴ τῆς οἰκίας οὐκ οἰκία͵ οὕτω καὶ ἡ τοῦ χρόνου ἀρχὴ οὔπω χρόνος͵ ἀλλ΄ οὐδὲ μέρος αὐτοῦ τὸ ἐλάχιστον. Εἰ δὲ φιλονεικῶν τις χρόνον εἶναι λέγοι τὴν ἀρχήν͵ γινωσκέτω ὅτι διαιρήσει αὐτὴν εἰς τὰ τοῦ χρόνου μέρη. Ταῦτα δέ ἐστιν͵ ἀρχὴ καὶ μέσα καὶ τελευτή. Ἀρχὴν δὲ ἀρχῆς ἐπινοεῖν παντελῶς καταγέλαστον. Καὶ ὁ διχοτομῶν τὴν ἀρχὴν δύο ποιήσει ἀντὶ μιᾶς͵ μᾶλλον δὲ πολλὰς καὶ ἀπείρους͵ τοῦ διαιρεθέντος ἀεὶ εἰς ἕτερα τεμνομένου. Ἵνα τοίνυν διδαχθῶμεν ὁμοῦ τῇ βουλήσει τοῦ Θεοῦ ἀχρόνως συνυφεστάναι τὸν κόσμον͵ εἴρηται τὸ Ἐν ἀρχῇ ἐποίησεν. 
Μεγάλου Βασιλείου  «Εξαήμερος», ΟΜΙΛΙΑ α´, ΙΙ, §7
ellopos.gr

Τρίτη, 6 Ιουνίου 2017

Μεγάλου Βασιλείου: Οι Τρεις Ευχές της Γονυκλισίας
του Εσπερινού Πεντηκοστής

Η πρώτη Ευχή
Ἄχραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀνεξιχνίαστε, ἀναλλοίωτε, ἀνυπέρβλητε, ἀμέτρητε, ἀνεξίκακε Κύριε, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ ποιήσας τὸν οὐρανόν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ δημιουργηθέντα ἐν αὐτοῖς, ὁ πρὸ τοῦ αἰτεῖσθαι τοῖς πᾶσι τὰς αἰτήσεις παρέχων.
Άχραντε, Αγιώτατε, Άναρχε, Ακατάληπτε, Αόρατε, Ανεξιχνίαστε, Αναλλοίωτε, Ανυπέρβλητε και Ανεξίκακε Κύριε στο αμέτρητο και άπειρο έλεός Σου. Εσύ είσαι αποκλειστικά ο Μοναδικός, που είσαι στον Εαυτό Σου η πηγή της αιώνιας ζωής. Είσαι Φως, που κατοικείς ανάμεσά μας, αλλά και κανένας δεν μπορεί να Σε προσεγγίσει (απρόσιτος). Είσαι ο Δημιουργός του ουρανίου χώρου, της γης και της θαλάσσης και όλων, όσων δημιουργήθηκαν σ' αυτούς τους χώρους. Εσύ ικανοποιείς σε όλους τα αιτήματά τους, προτού Σε παρακαλέσουν γι' αυτά.

Σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Δέσποτα φιλάνθρωπε, τὸν Πατέρα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δι' ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντος ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντος ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου, καὶ ἐνδόξου, Θεοτόκου. ὃς πρότερον μὲν λόγοις διδάσκων, ὕστερον δὲ καὶ ἔργοις ὑποδεικνύς, ἡνίκα τὸ σωτήριον ὑφίστατο πάθος, παρέσχεν ἡμῖν ὑπογραμμὸν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, δεήσεις προσφέρειν, ἐν αὐχένος καὶ γονάτων κλίσεσιν, ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.


Εσένα λοιπόν παρακαλούμε, Δέσποτα Φιλάνθρωπε, τον Πατέρα του Κυρίου και Θεού και Σωτήρα μας Ιησού Χριστού, που για μας τους ανθρώπους, αλλά και για τη σωτηρία μας από την αμαρτία κατέβηκε από τον ουρανό και σαρκώθηκε με τη συνεργία του Αγίου Πνεύματος και της αειπαρθένου Μαρίας και ενδόξου Θεοτόκου. Ο Οποίος στα προηγούμενα χρόνια (Παλαιάς Διαθήκης) εδίδασκε με τα λόγια των Πατριαρχών, Βασιλέων και Προφητών. Στα επόμενα χρόνια (μετά τη Σάρκωσή Του), ενώ υπέδειξε όλες τις αλήθειες με τα έργα Του και αποδέχθηκε το εκούσιο και σωτήριο Πάθος Του, πρόσφερε σε μας τους ταπεινούς και αμαρτωλούς και αναξίους δούλους Του υπογραμμό, ώστε κλίνοντας τις κεφαλές και τα γόνατά μας, να προσφέρουμε δεήσεις για τη συγχώρηση των αμαρτιών μας και για τις από άγνοια παραβάσεις του λαού.

Αὐτὸς οὖν, πολυέλεε καὶ φιλάνθρωπε, ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε ἐξαιρέτως δέ, ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς Πεντηκοστῆς, ἐν ᾗ, μετὰ τὸ ἀναληφθῆναι τὸν Κύριον ἡμῶν, Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανούς, καὶ καθεσθῆναι ἐν δεξιᾷ σοῦ τοῦ Θεοῦ καὶ Πατρός, κατέπεμψε τὸ ἅγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, ὃ καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες τῆς ἀκενώτου χάριτος αὐτοῦ, καὶ ἐλάλησαν ἑτέραις γλώσσαις τὰ μεγαλεῖά σου, καὶ προεφήτευσαν.

Εσύ λοιπόν, Πολυέλεε και Φιλάνθρωπε, άκουσέ μας με ευμένεια, όποια ημέρα κι αν Σε παρακαλέσουμε. Εξαιρετικά δε κατά τη σημερινή ημέρα της Πεντηκοστής, κατά την οποία, αφού αναλήφθηκε ο Κύριός μας Ιησούς Χριστός στους ουρανούς και εκάθησε στα δεξιά του Θεού και Πατέρα, απέστειλε στους Αγίους Μαθητάς και Αποστόλους Του το Άγιο Πνεϋμα που εκάθησε στον καθένα απ' αυτούς και έτσι εγέμισαν όλοι τις υπάρξεις τους από την ατέλειωτη Χάρη Του και διακήρυξαν σε διαφορετικές γλώσσες από τη δική τους τα μεγαλεία Σου και προφήτευσαν.
Νῦν οὖν δεομένων ἐπάκουσον ἡμῶν, καὶ μνήσθητι ἡμῶν τῶν ταπεινῶν, καὶ κατακρίτων, καὶ ἐπίστρεψον τὴν αἰχμαλωσίαν τῶν ψυχῶν ἡμῶν, τὴν οἰκείαν συμπάθειαν ἔχων ὑπὲρ ἡμῶν πρεσβεύουσαν. 

Δέξαι ἡμᾶς προσπίπτοντάς σοι, καὶ βοῶντας τό, Ἡμάρτομεν. Ἐπὶ σὲ ἐπεῤῥίφημεν ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρὸς ἡμῶν, Θεὸς ἡμῶν σὺ εἶ, ἀλλ' ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, γεγυμνώμεθα τῆς σῆς βοηθείας, ἐστερήμεθα ἀπὸ πάσης ἀπολογίας. Ἀλλὰ θαῤῥοῦντες τοῖς οἰκτιρμοῖς σου, κράζομεν.
Τώρα λοιπόν, ενώ Σε παρακαλούμε, άκουσέ μας με ευμένεια και θυμήσου όλους εμάς τους ταπεινούς και άξιους καταδίκης δούλους Σου. Αξίωσέ μας δε να επιστρέψουμε ελεύθεροι από την αιχμαλωσία των ψυχών μας στην αμαρτία, ενώ έχεις και τη συμπάθειά Σου να παρακαλεί για κάτι τέτοιο. 

Αποδέξου μας, ενώ γονατίζουμε μπροστά Σου και φωνάζουμε δυνατά: Έχουμε αμαρτήσει σε Σένα. Σε Σένα έχουμε παραδοθεί με εμπιστοσύνη όταν ακόμη βρισκόμασταν στη μήτρα και την κοιλιά της μητέρας μας. Εσύ είσαι ο Θεός μας, αλλά επειδή οι ημέρες της ζωής μας τέλειωσαν μέσα στη ματαιότητα αυτού του κόσμου, γι' αυτό και έχουμε απογυμνωθεί από τη βοήθειά Σου και δεν έχουμε καμιά δικαιολογία για να απολογηθούμε. Αλλά επειδή ξεθαρρεύουμε στηριζόμενοι στους οικτιρμούς Σου, φωνάζουμε δυνατά:

Ἁμαρτίας νεότητος ἡμῶν, καὶ ἀγνοίας μὴ μνησθῇς, καὶ ἐκ τῶν κρυφίων ἡμῶν καθάρισον ἡμᾶς. Μὴ ἀποῤῥίψῃς ἡμᾶς εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχὺν ἡμῶν, μὴ ἐγκαταλίπῃς ἡμᾶς, πρίν ἡμᾶς εἰς τὴν γῆν ἀποστρέψαι, ἀξίωσον πρὸς σὲ ἐπιστρέψαι, καὶ πρόσχες ἡμῖν ἐν εὐμενείᾳ καὶ χάριτι. 





Ἐπιμέτρησον τὰς ἀνομίας ἡμῶν τοῖς οἰκτιρμοῖς σου, ἀντίθες τὴν ἄβυσσον τῶν οἰκτιρμῶν σου, τῷ πλήθει τῶν πλημμελημάτων ἡμῶν.

Μη θυμηθείς, Κύριε, τις αμαρτίες, που έχουμε κάνει από τη μικρή μας ηλικία και πολλές φορές χωρίς να τις γνωρίζουμε και καθάρισέ μας από κάθε κρυμμένο μολυσμό μέσα μας. Μη μας απορρίψεις και μάλιστα στη γεροντική ηλικία μας. Όταν ελαττώνεται η δύναμή μας, μη μας εγκαταλείπεις. Προτού επιστρέψουμε στη γη με την αναχώρησή μας από αυτό τον κόσμο, αξίωσέ μας να επιστρέψουμε στην κοινωνία της αγάπης Σου και πρόσεξέ μας, Κύριε, με την αγαθότητα της αγάπης και της Χάριτός Σου. 
Να λογαριάσεις τις αμαρτίες μας, ενώ θα τις συγκρίνεις με τους άπειρους οικτιρμούς Σου. Να αντιπαραθέσεις τους αμέτρητους οικτιρμούς Σου με το πλήθος των αμαρτιών μας.

Ἐπίβλεψον ἐξ ὕψους ἁγίου σου, Κύριε, ἐπὶ τὸν λαόν σου τὸν περιεστῶτα, καὶ ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος, ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, ῥῦσαι ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ Διαβόλου, ἀσφάλισαι τὴν ζωὴν ἡμῶν τοῖς ἁγίοις καὶ ἱεροῖς νόμοις σου, Ἀγγέλῳ πιστῷ φύλακι παρακατάθου τὸν λαόν σου, πάντας ἡμᾶς συνάγαγε εἰς τὴν Βασιλείαν σου, δὸς συγγνώμην τοῖς ἐλπίζουσιν ἐπὶ σέ, ἄφες αὐτοῖς καὶ ὑμῖν τὰ ἁμαρτήματα, καθάρισον ἡμᾶς τῇ ἐνεργείᾳ τοῦ ἁγίου σου Πνεύματος, διάλυσον τὰς καθ’ἡμῶν μηχανὰς τοῦ ἐχθροῦ.


Κοίταξε, Κύριε, με συμπάθεια από το ύψος της Αγιότητός Σου όλο το λαό, που είναι μαζεμένος ενώπιόν Σου και αποδέχεται το πλούσιο έλεός Σου. Επισκέψου μας με την αγάπη Σου. Ελευθέρωσέ μας από την κυριαρχία του Διαβόλου. Ασφάλισε τη ζωή μας από κάθε κίνδυνο της αμαρτίας με την περιφρούρηση των αγίων και ιερών Σου νόμων. Εμπιστεύσου την προστασία του λαού Σου σ' ένα πιστό φύλακα Άγγελο για τον καθένα. Μάζευσε όλο τον κόσμο στην κοινωνία της Βασιλείας Σου. Χάρισε συγγνώμη σε όσους ελπίζουν σε Σένα και συγχώρεσε σ' αυτούς και σε μας τις αμαρτίες μας. Καθάρισέ μας από την αμαρτία με την επενέργεια του Αγίου Πνεύματος και διασκόρπισε όλες τις επικίνδυνες παγίδες του εχθρού Διαβόλου εναντίον μας.
Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ β’χορὸς: Κύριε ἐλέησον.


Εὐλογητὸς εἶ, Κύριε, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡμέραν τῷ φωτὶ τῷ ἡλιακῷ, καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός, ὁ τὸ μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας, καὶ προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός, ἐπάκουσον τῆς δεήσεως ἡμῶν, καὶ παντὸς τοῦ λαοῦ σου, καὶ πᾶσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκεσίας, καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ἐπὶ τὴν κληρονομίαν σου.


Δοξασμένος είσαι, Κύριε, Δέσποτα Παντοκράτορα, που φωτίζεις την ημέρα με το φως του ηλίου και απαλύνεις το σκοτάδι της νύχτας με τις μαρμαρυγές του φωτός. Μας αξίωσες να περάσουμε (ζώντες) όλη τη σημερινή ημέρα και να προσεγγίσουμε την αρχή της νύχτας, άκουσε με ευμένεια τη δέησή μας και όλου του λαού Σου. Και αφού συγχωρήσεις σε όλους μας τις αμαρτίες πού κάναμε, είτε με τη θέλησή μας, είτε και χωρίς αυτήν, αποδέξου τις βραδινές μας παρακλήσεις και στείλε σε όλο τον κόσμο Σου το άπειρο έλεος και τους οικτιρμούς Σου.
Τείχισον ἡμᾶς ἁγίοις Ἀγγέλοις σου ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνοις σου, περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου, φρούρησον ἡμᾶς τῇ δυνάμει σου, ῥῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως, καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. 




Παράσχου δὲ ἡμῖν καὶ τὴν παροῦσαν ἑσπέραν, σὺν τῇ ἐπερχομένῃ νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.
Ασφάλισέ μας με την παρουσία των Αγίων Αγγέλων Σου. Εφοδίασέ μας με τα πνευματικά όπλα της δικαιοσύνης Σου. Προστάτευσέ μας με την ανίκητη δύναμη της Αληθείας Σου. Φρούρησέ μας με την προστατευτική δύναμή Σου. Ελευθέρωσέ μας από κάθε επικίνδυνη περίσταση και από κάθε επίθεση του εχθρού διαβόλου (αντικείμενος). 

Χάρισέ μας και αυτή τη βραδιά και μαζί με την ερχόμενη νύχτα, ολοκληρωμένη, αγία, ειρηνική, χωρίς αμαρτίες και σκάνδαλα και απρεπείς φαντασιώσεις και γενικά όλες τις ημέρες της ζωής μας. Και όλα αυτά μαζί με τις πρεσβείες της Θεοτόκου και όλων των Αγίων Σου, που από την αρχή Σε έχουν ευχαριστήσει με την αγία ζωή τους.

Η Δεύτερη Ευχή
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τὴν σὴν εἰρήνην δεδωκὼς τοῖς ἀνθρώποις, καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεάν, ἔτι τῷ βίῳ καὶ ἡμῖν συμπαρών, εἰς κληρονομίαν ἀναφαίρετον τοῖς πιστοῖς ἀεὶ παρέχων, ἐμφανέστερον δὲ ταύτην τὴν χάριν τοῖς σοῖς μαθηταῖς καὶ Ἀποστόλοις σήμερον καταπέμψας, καὶ τὰ τούτων χείλη πυρίναις στομώσας γλώσσαις, δι' ὧν πᾶν γένος ἀνθρώπων τὴν θεογνωσίαν, ἰδίᾳ διαλέκτῳ, εἰς ἀκοὴν ὠτίου δεξάμενοι, φωτὶ τοῦ Πνεύματος ἐφωτίσθημεν, καὶ τῆς πλάνης ὡς ἐκ σκότους ἀπηλλάγημεν, καὶ τῇ τῶν αἰσθητῶν καὶ πυρίνων γλωσσῶν διανομῇ, καὶ ὑπερφυεῖ ἐνεργείᾳ, τὴν εἰς σὲ πίστιν ἐμαθητεύθημεν, καὶ σὲ θεολογεῖν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ἐν μιᾷ θεότητι, καὶ δυνάμει, καὶ ἐξουσίᾳ κατηυγάσθημεν.
Κύριε Ιησού Χριστέ και Θεέ μας, Εσύ που εχάρισες την ειρήνη Σου στους ανθρώπους και προσφέρεις πάντοτε στους πιστούς ανθρώπους τη δωρεά του Παναγίου Πνεύματος, που και στην επίγεια ζωή μας είσαι παρών μαζί μας για την πραγμάτωση της μοναδικής διανομής του κλήρου της αγάπης Σου σε όλους μας. Όμως όλως εξαιρετικά αυτή τη Χάρη Σου, αφού την απέστειλες σήμερα (Πεντηκοστή) στους Μαθητάς και Αποστόλους Σου και εγέμισες τα χείλη τους με τις φλογισμένες γλώσσες. Με αυτές κάθε γένος ανθρώπων οδηγήθηκε στη θεογνωσία, αφού αξιώθηκε να ακούσει (γι' αυτήν) το καθένα στη δική του γλωσσική διάλεκτο.
Έτσι φωτισθήκαμε όλοι με το φως του Αγίου Πνεύματος και απαλλαγήκαμε από το σκοτάδι της πλάνης και με τη διανομή των αισθητών και φλογισμένων γλωσσών διδαχθήκαμε με την υπερφυσική ενέργεια την πίστη σε Σένα (Χριστέ) και έτσι φωτισθήκαμε και ομολογούμε και Σένα, Θεό, μαζί με τον Πατέρα και το Άγιο Πνεύμα σε μια Παντοδύναμη και Εξουσιαστική Θεότητα κατά φύσιν.

Σὺ οὖν τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ τῆς οὐσίας καὶ τῆς φύσεως αὐτοῦ ἀπαράλλακτος, καὶ ἀμετακίνητος χαρακτήρ, ἡ πηγὴ τῆς σωτηρίας καὶ τῆς χάριτος, διάνοιξον κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὰ χείλη, καὶ δίδαξόν με πῶς δεῖ, καὶ ὑπὲρ ὧν χρὴ προσεύχεσθαι.

 Σὺ γὰρ εἶ, ὁ γινώσκων τὸ πολὺ τῶν ἁμαρτιῶν μου πλῆθος, ἀλλ' ἡ σὴ εὐσπλαγχνία νικήσει τούτων τὸ ἄμετρον, ἰδοὺ γὰρ φόβῳ παρίσταμαί σοι, εἰς τὸ πέλαγος τοῦ ἐλέους σου τὴν ἀπόγνωσιν ἀποῤῥίψας τῆς ψυχῆς μου. 
Κυβέρνησόν μου τὴν ζωήν, ὁ πᾶσαν ῥήματι τὴν κτίσιν ἀῤῥήτῳ σοφίας δυνάμει κυβερνῶν, ὁ εὔδιος τῶν χειμαζομένων λιμήν, καὶ γνώρισόν μοι ὁδόν, ἐν ᾗ πορεύσομαι.

Εσύ λοιπόν, το απαύγασμα του Θεού - Πατρός, ο απαράλλακτος και αμετακίνητος χαρακτήρας της θείας Ουσίας και Φύσεως αυτού, η πηγή της σωτηρίας και της Χάριτος, άνοιξε διάπλατα και σε μένα τον αμαρτωλό τα χείλη και μάθε με πώς πρέπει και για ποιά αιτήματα πρέπει να προσεύχομαι. 

Γιατί, Εσύ, είσαι που γνωρίζεις το μεγάλο πλήθος των αμαρτιών μου, αλλά η ευσπλαχνία Σου θα νικήσει το αμέτρητο πλήθος τους. Να, γιατί με φόβο βρίσκομαι ενώπιόν Σου για να εμπιστευθώ την απόγνωση της ψυχής μου στο πέλαγος του ελέους Σου. 

Εσύ να κατευθύνεις τη ζωή μου, που ρυθμίζεις με τη δύναμη του λόγου και της ανέκφραστης Σοφίας Σου ολόκληρη την κτίση, και είσαι το ασφαλές λιμάνι για όλους, όσοι δοκιμάζονται από το χειμώνα (αμαρτίας) και αποκάλυψε μου το δρόμο (των εντολών), που πρέπει να πορευθώ.

Πνεῦμα σοφίας σου, τοῖς ἐμοῖς παράσχου διαλογισμοῖς, Πνεῦμα συνέσεως τῇ ἀφροσύνῃ μου δωρούμενος. Πνεῦμα φόβου σου τοῖς ἐμοῖς ἐπισκίασον ἔργοις καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ 


Πνεύματι ἡγεμονικῷ τὸ τῆς διανοίας μου στήριξον ὀλισθηρόν, ἵνα καθ' ἑκάστην ἡμέραν, τῷ Πνεύματί σου τῷ ἀγαθῷ, πρὸς τὸ συμφέρον ὁδηγούμενος, καταξιωθῶ ποιεῖν τὰς ἐντολάς σου, καὶ τῆς σῆς ἀεὶ μνημονεύειν ἐνδόξου, καὶ ἐρευνητικῆς τῶν πεπραγμένων ἡμῖν παρουσίας, καὶ μὴ παρίδῃς με τοῖς φθειρομένοις τοῦ κόσμου ἐναπατᾶσθαι τερπνοῖς, ἀλλὰ τῶν μελλόντων ὀρέγεσθαι τῆς ἀπολαύσεως ἐνίσχυσον θησαυρῶν.
Ενίσχυσε τους λογισμούς μου με το Πνεύμα της Σοφίας Σου, ενώ χάρισε στην αφροσύνη μου το Πνεύμα της συνέσεώς Σου. Επικάλυψε σε όλα τα έργα μου το Πνεύμα του φόβου Σου και ανακαίνισε την ύπαρξή μου σε όλο το βάθος της με το Πνεύμα της ευθύτητας και της ειλικρίνειας. 

Στήριξε με το κυριαρχικό Σου Πνεύμα τις εύκολες κατολισθήσεις της διανοίας μου. Έτσι μόνο θα μπορέσω καθημερινά και με τη συνεργία του Πνεύματος της αγάπης Σου να οδηγηθώ στο δρόμο της σωτηρίας και να με αξιώσεις να εφαρμόζω τις εντολές Σου και να θυμάμαι πάντοτε στις πράξεις μας την ένδοξη και διερευνητική παρουσία Σου.
Και να μην με παραβλέψεις, ώστε να με εξαπατούν οι αμαρτωλές χαρές αυτού του φθειρόμενου κόσμου, αλλά ενίσχυσέ με να επιθυμώ τις μελλοντικές απολαύσεις των θησαυρών της Βασιλείας Σου.

Σὺ γὰρ εἶπας, Δέσποτα, ὅτι περ, ὅσα ἂν τις αἰτήσηται ἐν τῷ ὀνόματί σου, ἀκωλύτως παρὰ τοῦ σοῦ λαμβάνει συναϊδίου Θεοῦ καὶ Πατρός, διὸ κᾀγὼ ὁ ἁμαρτωλός, ἐν τῇ ἐπιφοιτήσει τοῦ ἁγίου σου Πνεύματος, τὴν σὴν ἱκετεύω ἀγαθότητα. Ὅσα ηὐξάμην, ἀπόδος μοι εἰς σωτηρίαν. 

Ναί, Κύριε, ὁ πάσης εὐεργεσίας πλουσιοπάροχος δοτὴρ ἀγαθός, ὅτι σὺ εἶ ὁ διδοὺς ὑπερεκπερισσοῦ, ὧν αἰτούμεθα. 


Σὺ εἶ ὁ συμπαθής, ὁ ἐλεήμων, ὁ ἀναμαρτήτως γεγονὼς τῆς σαρκὸς ἡμῶν κοινωνός, καὶ τοῖς κάμπτουσι πρὸς σὲ γόνυ, ἐπικαμπτόμενος φιλευσπλάγχνως, ἱλασμός τε γενόμενος τῶν ἁμαρτιῶν ἡμῶν. 

Δὸς δή, Κύριε, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου, ἐπάκουσον ἡμῶν ἐξ οὐρανοῦ ἁγίου σου, ἁγίασον αὐτοὺς τῇ δυνάμει τῆς σωτηρίου δεξιᾶς σου, σκέπασον αὐτοὺς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μὴ παρίδῃς τὰ ἔργα τῶν χειρῶν σου.
Γιατί, Εσύ είπες, Δέσποτα, ότι όσα κι αν ζητήσει κανείς στο Όνομά Σου, θα τα απολαμβάνει χωρίς κανένα εμπόδιο από τον συναιώνιο με Σένα Θεό-Πατέρα. Γι' αυτό και εγώ ο αμαρτωλός με την επιφοίτηση του Αγίου Σου Πνεύματος, παρακαλώ την αγαθότητά Σου. Απόδωσε για τη σωτηρία μου όσα προηγουμένως σε παρεκάλεσα. 

Ναι, Κύριε, Εσύ που είσαι ο γεμάτος αγάπη πλουσιοπάροχος χορηγός κάθε ευεργεσίας.Γιατί Εσύ είσαι, που μας δίνεις κατά πολύ περισσότερα απ' όλα, όσα Σε παρακαλούμε. 

Εσύ είσαι ο συμπαθής, ο ελεήμονας, που έγινες κοινωνός της ανθρωπίνης φύσεώς μας με αναμάρτητο και υπερφυσικό τρόπο και που συγχωρείς τις αμαρτίες μας, αφού συγκινείσαι με πολλήν αγάπη από τα αιτήματα εκείνων, που σε παρακαλούν γονατιστοί. 

Χάρισε λοιπόν, Κύριε, τους οικτιρμούς Σου σε όλους τους ανθρώπους. Άκουσέ μας με ευμένεια από το ύψος του Αγίου Ουρανού. Αγίασε όλους αυτούς με τη δύναμη της σωτηριώδους επενέργειάς Σου. Σκέπασε αυτούς κάτω από τη σκέπη της προστασίας Σου. Μη παραβλέψεις όλους εμάς, που είμαστε δικά Σου δημιουργήματα.

Σοὶ μόνῳ ἁμαρτάνομεν, ἀλλὰ καὶ σοὶ μόνῳ λατρεύομεν, οὐκ οἴδαμεν προσκυνεῖν Θεῷ ἀλλοτρίῳ, οὐδὲ διαπετάζειν πρὸς ἕτερον Θεὸν τὰς ἑαυτῶν, Δέσποτα, χεῖρας. 



Ἄφες ἡμῖν τὰ παραπτώματα, καὶ προσδεχόμενος ἡμῶν τὰς γονυπετεῖς δεήσεις, ἔκτεινον πᾶσιν ἡμῖν χεῖρα βοηθείας, πρόσδεξαι τὴν εὐχὴν πάντων, ὡς θυμίαμα δεκτόν, ἀναλαμβανόμενον ἐνώπιον τῆς σῆς ὑπεραγάθου βασιλείας.

Σε Σένα αποκλειστικά αμαρτάνουμε, αλλά και Σένα μόνο λατρεύουμε. Δεν γνωρίζουμε άλλο ξένο θεό, ώστε να τον προσκυνάμε, ούτε και σηκώνουμε, Δέσποτα, παρακλητικά τα χέρια μας σε κάποιον άλλο ξένο θεό. 

Συγχώρεσε τα παραπτώματά μας και αφού αποδεχθείς τις παρακλήσεις, που Σου προσφέρουμε γονατιστοί, άπλωσε τα χέρια Σου σε όλους και βοήθησέ μας. Αποδέξου την ευχή όλων μας, ως θυμίαμα ευπρόσδεκτο, που ανεβαίνει μπροστά στη γεμάτη αγάπη Βασιλεία Σου.

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν,
ὁ α’χορὸς: Κύριε ἐλέησον.


Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ῥῦσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου. 



Πρόσδεξαι θυσίαν ἑσπερινήν, τὰς τῶν χειρῶν ἡμῶν ἐπάρσεις. Καταξίωσον δὲ ἡμᾶς καὶ τὸ νυκτερινὸν στάδιον ἀμέμπτως διελθεῖν, ἀπειράστους κακῶν, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ταραχῆς καὶ δειλίας, τῆς ἐκ τοῦ Διαβόλου ἡμῖν προσγινομένης. 

Χάρισαι ταῖς ψυχαῖς ἡμῶν κατάνυξιν, καὶ τοῖς λογισμοῖς ἡμῶν μέριμναν, τῆς ἐν τῇ φοβερᾷ καὶ δικαίᾳ σου κρίσει ἐξετάσεως.

Κύριε, Κύριε, αφού μας προφύλαξες από κάθε αμαρτωλό βέλος, που πεταγόταν εναντίον μας όλη την ημέρα, προστάτευσέ μας και από κάθε τι το εφάμαρτο, που επιχειρεί να μας διαπεράσει μέσα από το σκοτάδι. 

Αποδέξου την εσπερινή θυσία, που προσφέρουμε με ανυψωμένα τα χέρια μας σε Σένα. Αξίωσέ μας δε να περάσουμε όλο το χρόνο της νύχτας χωρίς αμαρτία και κακούς πειρασμούς. Λύτρωσέ μας από κάθε ψυχική ταραχή και δειλία πού επιχειρεί να μας φορτώσει ο Διάβολος. 



Χάρισε δε κατάνυξη στις ψυχές μας και στους λογισμούς μας τη φροντίδα για την καλή απολογία μας στη φοβερή και δίκαιη ημέρα της κρίσεώς Σου.
Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ νέκρωσον τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα, καὶ ἐν τῇ καθ’ ὓπνον ἡσυχίᾳ, ἐμφαιδρυνώμεθα τῇ θεωρίᾳ τῶν κριμάτων σου. 

Ἀπόστησον δὲ ἀφ' ἡμῶν πᾶσαν φαντασίαν ἀπρεπῆ, καὶ ἐπιθυμίαν βλαβεράν. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει, καὶ προκόπτοντας ἐν τοῖς παραγγέλμασί σου.
Βοήθησέ μας με το φόβο Σου να καθηλώσουμε τις αμαρτωλές απαιτήσεις της φύσεώς μας και νέκρωσε τα μέλη μας που ζητούν τις επίγειες απολαύσεις, ώστε με την ησυχία του ύπνου να χαιρόμαστε την εφαρμογή του θελήματός Σου.
 
Απομάκρυνε δε από μας κάθε αμαρτωλή φαντασίωση και βλαβερή επιθυμία. Να μας διατηρείς έτοιμους και άγρυπνους στο χρόνο της προσευχής, ασφαλισμένους δε στην πίστη μας σε Σένα και ενώ θα προαγόμαστε πνευματικά με την εφαρμογή των εντολών Σου.

H Tρίτη Ευχή
Ἡ ἀενάως βρύουσα ζωτικὴ καὶ φωτιστικὴ πηγή, ἡ συναΐδιος τοῦ Πατρὸς δημιουργικὴ δύναμις, ὁ πᾶσαν τὴν οἰκονομίαν, διὰ τὴν τῶν βροτῶν σωτηρίαν, ὑπερκάλλως πληρώσας, Χριστέ, ὁ Θεὸς ἡμῶν. 

Ὁ θανάτου δεσμοὺς ἀλύτους, καὶ κλεῖθρα ᾍδου διαῤῥήξας, πονηρῶν δὲ πνευμάτων πλήθη καταπατήσας, ὁ προσαγαγὼν σεαυτὸν ἄμωμον ὑπὲρ ἡμῶν ἱερεῖον, τὸ σῶμα δοὺς τὸ ἄχραντον εἰς θυσίαν, τὸ πάσης ἁμαρτίας ἂψαυστόν τε καὶ ἄβατον, καὶ διὰ τῆς φρικτῆς ταύτης, καὶ ἀνεκδιηγήτου ἱερουργίας, ζωὴν ἡμῖν αἰώνιον χαρισάμενος, ὁ εἰς ᾍδου καταβάς, καὶ μοχλοὺς αἰωνίους συντρίψας, καὶ τοῖς κάτω καθημένοις ἄνοδον ὑποδείξας, τὸν δὲ ἀρχέκακον καὶ βύθιον δράκοντα, θεοσόφῳ δελεάσματι ἀγκιστρεύσας, καὶ σειραῖς ζόφου δεσμεύσας ἐν ταρτάρῳ, καὶ πυρὶ ἀσβέστῳ, καὶ σκότει ἐξωτέρῳ, διὰ τῆς ἀπειροδυνάμου σου κατασφαλισάμενος ἰσχύος, ἡ μεγαλώνυμος σοφία τοῦ Πατρός, ὁ τοῖς ἐπηρεαζομένοις μέγας ἐπίκουρος φανείς, καὶ φωτίσας τοὺς ἐν σκότει, καὶ σκιᾷ θανάτου καθημένους. 

Σύ, δόξης ἀενάου Κύριε, καὶ Πατρὸς ὑψίστου Υἱὲ ἀγαπητέ, ἀΐδιον φῶς, ἐξ ἀϊδίου φωτός, Ἣλιε δικαιοσύνης, ἐπάκουσον ἡμῶν δεομένων σου, καὶ ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, καὶ τῶν λοιπῶν συγγενῶν κατὰ σάρκα, καὶ πάντων τῶν οἰκείων τῆς πίστεως, περὶ ὧν καὶ τὴν μνήμην ποιούμεθα νῦν, ὅτι ἐν σοὶ πάντων τὸ κράτος, καὶ ἐν τῇ χειρί σου κατέχεις πάντα τὰ πέρατα τῆς γῆς.



Χριστέ, ο Θεός μας, είσαι η αιώνια πηγή, που αναβλύζει τη ζωή και το φως, δημιουργική δύναμη, που είναι συναιώνια με τον Θεό-Πατέρα, και που πραγματοποίησες υπερθαυμαστώς όλη την οικονομία για τη σωτηρία των ανθρώπων. 


Αφού διέρρηξες τα άλυτα δεσμά του θανάτου και τις κλειδαριές του Άδη, καταπάτησες τα πλήθη των πονηρών και δαιμονικών δυνάμεων και έδωσες τον Εαυτό Σου άμωμη προσφορά για μας θυσιάζοντας το άχραντο Σώμα Σου, το αναμάρτητο και απρόσιτο, ώστε με αυτή τη φρικτή και ανέκφραστη ιερουργία να μας χαρίσεις την αιώνια ζωή.
Εσύ, Κύριε, αφού κατέβηκες στον Άδη με τον εκούσιο θάνατό Σου και συνέτριψες τις αιώνιες αμπάρες (θανάτου) έδειξες σε όλους τους πεθαμένους την ανάστασή τους. Συνέλαβες δε με το θεϊκό δόλωμα στο αγκίστρι τον αρχέκακο και αβυσσώδη διάβολο (δράκοντα) και τον αιχμαλώτισες με ασφάλεια στις σκοτεινές αλυσίδες της κολάσεως και στην άσβεστη φωτιά και στο έσχατο σκοτάδι με την άπειρη δύναμη και εξουσία Σου. Εσύ, Κύριε, είσαι η άπειρη Σοφία του Πατέρα και φανερώθηκες, ως ο Μέγας βοηθός σ' αυτούς, που προσβάλλονταν από τις δαιμονικές δυνάμεις και εφώτισες όλους εκείνους, που κάθονταν στο σκοτάδι και στη σκιά του θανάτου (αμαρτία).

Εσύ με την αιώνια δόξα Σου, Κύριε, και αγαπητέ Υιέ του Υψίστου Θεού-Πατέρα, το αιώνιο Φως, που εκπηγάζει από το αιώνιο Φως του Θεού-Πατέρα, Ήλιε της Δικαιοσύνης, άκουσε κι εμάς που σε παρακαλούμε και ανάπαυσε τις ψυχές των κοιμηθέντων δούλων Σου, των Πατέρων και αδελφών μας και όλων των υπολοίπων συγγενών μας και όλων όσοι διέθεταν την ίδια πίστη με εμάς και που γι' αυτούς τελούμε σήμερα το μνημόσυνό τους. Γιατί όλοι ανήκουμε στην εξουσία Σου και με τα ανοιχτά χέρια Σου αγκαλιάζεις όλα τα έσχατα σημεία της γης.
Δέσποτα παντοκράτορ, Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, γένους θνητοῦ τε καὶ ἀθανάτου, καὶ πάσης φύσεως ἀνθρωπίνης δημιουργέ, συνισταμένης τε καὶ πάλιν λυομένης, ζωῆς τε καὶ τελευτῆς, τῆς ἐνταῦθα διαγωγῆς, καὶ τῆς ἐκεῖθεν μεταστάσεως, ὁ χρόνους μετρῶν τοῖς ζῶσι, καὶ καιροὺς θανάτου ἱστῶν, κατάγων εἰς ᾍδου καὶ ἀνάγων, δεσμεύων ἐν ἀσθενείᾳ, καὶ ἀπολύων ἐν δυναστείᾳ, ὁ τὰ παρόντα χρησίμως οἰκονομῶν, καὶ τὰ μέλλοντα λυσιτελῶς διοικῶν, ὁ τοὺς θανάτου κέντρῳ πληγέντας, ἀναστάσεως ἐλπίσι ζωογονῶν. 






Αὐτὸς Δέσποτα τῶν ἁπάντων, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὁ καὶ ἐν ταύτῃ τῇ ἐσχάτῃ, καὶ μεγάλῃ καὶ σωτηρίῳ ἡμέρᾳ τῆς Πεντηκοστῆς, τὸ μυστήριον τῆς ἁγίας, καὶ Ὁμοουσίου, καὶ συναϊδίου, καὶ ἀδιαιρέτου, καὶ ἀσυγχύτου Τριάδος ὑποδείξας ἡμῖν, καὶ τὴν ἐπιφοίτησιν καὶ παρουσίαν τοῦ ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος, ἐν εἴδει πυρίνων γλωσσῶν, ἐπὶ τοὺς ἁγίους σου Ἀποστόλους ἐκχέας, καὶ εὐαγγελιστὰς αὐτοὺς θέμενος τῆς εὐσεβοῦς ἡμῶν πίστεως, καὶ Ὁμολογητάς καὶ κήρυκας τῆς ἀληθοῦς ἀναδείξας θεολογίας, ὁ καὶ ἐν αὐτῇ τῇ παντελείῳ Ἑορτῇ καὶ σωτηριώδει, ἱλασμοὺς ἱκεσίους, ὑπὲρ τῶν κατεχομένων ἐν ᾍδῃ, καταξιώσας δέχεσθαι, μεγάλας τε παρέχων ἡμῖν ἐλπίδας, ἄνεσιν τοῖς κατοιχομένοις τῶν κατεχόντων αὐτοὺς ἀνιαρῶν, καὶ παραψυχὴν παρὰ σοῦ καταπέμπεσθαι.
Παντοκράτορα Δέσποτα, Θεέ των Πατέρων μας και Κύριε του ελέους. Δημιουργέ όλων των δημιουργημάτων, θνητών και αθανάτων και κάθε ανθρώπινης φύσεως, που γεννιέται με τη ζωή και αναπτύσσεται στον επίγειο βίο και πάλιν διαλύεται με το θάνατο, ενώ μεταφέρεται στην πέραν από εδώθε διαμονή. Εσύ είσαι, Κύριε, που καθορίζεις το χρόνο της ζωής των ανθρώπων και καθιστάς τον καιρό του θανάτου (πύλη ζωής), κάθοδο στον Άδη, αλλά και ανάσταση, περιορίζοντας έτσι την ασθένεια του ανθρώπου (αμαρτία) και διαλύοντας την καταστρεπτική εξουσία της. Εσύ Κύριε, ρυθμίζεις τον παρόντα χρόνο για το πνευματικό συμφέρον και κατευθύνεις τα μέλλοντα για την οριστική ωφέλεια, ενώ ζωογονείς με την ελπίδα της αναστάσεως εκείνους, που έχουν πληγωθεί με το θάνατο, ως το κέντρο της αμαρτίας.

Εσύ, Δέσποτα όλου του κόσμου, Θεέ και Σωτήρα μας, που είσαι η ελπίδα για όλους όσοι βρίσκονται στα έσχατα σημεία της γης και είναι απομακρυσμένοι μέσα στη θάλασσα, μας υπέδειξες σ' αυτή την έσχατη και οριστική και μεγάλη και σωτηριώδη ημέρα της Πεντηκοστής, το μυστήριο της Αγίας και Ομοουσίου και συναιωνίου και αδιαιρέτου και ασυγχύτου Τριάδος και απέστειλες την επιφοίτηση και παρουσία του Αγίου και Ζωοποιού Σου Πνεύματος με τη μορφή των φλογισμένων γλωσσών στους Αγίους Σου Αποστόλους και που κατέστησες Εύαγγελιστάς της ευσεβούς πίστεώς μας και ανέδειξες Ομολογητάς και Κήρυκας της αληθινής Θεολογίας.
Εσύ, Κύριε, μας αξίωσες να σε παρακαλούμε σ' αυτή την ολοκληρωμένη και σωτηριώδη Εορτή, ώστε να αποδέχεσαι τις ικεσίες μας για τη συγχώρηση όλων εκείνων, που βρίσκονται στο χώρο του θανάτου. Να παρέχεις δε σε όλους μας τις μεγάλες ελπίδες πως θα ελευθερώσεις και θα παρηγορήσεις όλους εκείνους που κυριαρχούνται από τις θλιβερές καταστάσεις της αμαρτίας.

Ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν, οἰκτρῶν δεομένων σου, καὶ ἀνάπαυσον τὰς καὶ ψυχὰς τῶν δούλων σου τῶν προκεκοιμημένων, ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη, καὶ στεναγμός, καὶ κατάταξον τὰ πνεύματα αὐτῶν ἐν σκηναῖς Δικαίων, καὶ εἰρήνης καὶ ἀνέσεως ἀξίωσον αὐτούς, ὅτι οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, 

Κύριε, οὐδὲ οἱ ἐν ᾍδη ἐξομολόγησιν παῤῥησιάζονται προσφέρειν σοι, ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογοῦμέν σε καὶ ἱκετεύομεν, καὶ τὰς ἱλαστηρίους εὐχὰς καὶ θυσίας προσάγομέν σοι ὑπὲρ τῶν ψυχῶν αὐτῶν.

Άκουσε με ευμένεια όλους εμάς τους ταπεινούς και αξιοθρήνητους, που σε παρακαλούμε. Ανάπαυσε τις ψυχές των κοιμηθέντων δούλων Σου σε φωτεινό τόπο, σε τόπο χλοερό (δροσερό), σε τόπο ανακουφίσεως, όπου έχει εξαφανισθεί κάθε θλίψη και λύπη και γογγυσμός και συναρίθμησε τις ψυχές τους, όπου κατοικούν οι Δίκαιοι και αξίωσέ τους να βρεθούν σε χώρο ειρήνης και απολαύσεως.

Γιατί, Κύριε, δεν θα σε δοξολογούν οι πεθαμένοι και δεν θα σε ομολογούν με παρρησία όλοι όσοι κατοικούν στον Άδη, αλλά εμείς οι ζωντανοί σε δοξολογούμε και παρακαλούμε και Σου προσφέρουμε τις προσευχές και τις θυσίες για τη συγχώρηση των ψυχών τους.
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ β’χορὸς: Κύριε ἐλέησον.


Ὁ Θεὸς ὁ μέγας καὶ αἰώνιος, ὁ ἅγιος καὶ φιλάνθρωπος, ὁ καταξιώσας ἡμᾶς καὶ ἐν ταύτῃ τῇ ὥρᾳ στῆναι ἐνώπιον τῆς ἀπροσίτου σου δόξης, εἰς ὕμνον καὶ αἶνον τῶν θαυμασίων σου, ἱλάσθητι ἡμῖν τοῖς ἀναξίοις δούλοις σου, καὶ παράσχου χάριν, τοῦ μετὰ συντετριμμένης καρδίας ἀμετεωρίστως προσενεγκεῖν σοι τὴν τρισάγιον δοξολογίαν, καὶ τὴν εὐχαριστίαν τῶν μεγάλων σου δωρεῶν, ὧν ἐποίησας καὶ ποιεῖς πάντοτε εἰς ἡμᾶς. 

Μνήσθητι, Κύριε, τῆς ἀσθενείας ἡμῶν, καὶ μὴ συναπολέσῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλὰ ποίησον μέγα ἔλεος μετὰ τῆς ταπεινώσεως ἡμῶν, ἵνα, τὸ τῆς ἁμαρτίας σκότος διαφυγόντες, ἐν ἡμέρᾳ δικαιοσύνης περιπατήσωμεν, καὶ ἐνδυσάμενοι τὰ ὅπλα τοῦ φωτός, ἀνεπιβουλεύτως διατελέσωμεν ἀπὸ πάσης ἐπηρείας τοῦ πονηροῦ, καὶ μετὰ παῤῥησίας δοξάσωμεν ἐπὶ πᾶσι, σὲ τὸν μόνον ἀληθινόν καὶ φιλάνθρωπον Θεόν.

Ο Μέγας και Αιώνιος, ο Άγιος και Φιλάνθρωπος Θεός, αφού μας αξίωσες να σταθούμε και αυτή την ώρα μπροστά στην απρόσιτη δόξα Σου για να υμνήσουμε και δοξολογήσουμε τα θαυμαστά έργα Σου, συγχώρεσε όλους εμάς τους ανάξιους δούλους Σου. Και δώσε μας τη Χάρη, ώστε να Σού προσφέρουμε με συντριβή της καρδίας μας και με σταθερότητα την τρισάγιο δοξολογία και την ευχαριστία για όλες τις μεγάλες δωρεές, που πρόσφερες και χαρίζεις πάντα σε όλους μας. 


Θυμήσου, Κύριε, την ασθένειά μας (αμαρτία) και μην επιτρέψεις να απωλεσθούμε μαζί με τις ανομίες μας, αλλά ελέησέ μας υπερβολικά αποδεχόμενος την ταπείνωση της αμαρτίας μας για να ζήσουμε τις ημέρες της δικαιοσύνης Σου, αφού θα έχουμε ξεφύγει από το σκοτάδι της αμαρτίας.
Και ενώ θα έχουμε ντυθεί την πανοπλία του φωτός, θα ελευθερωθούμε από τις επιβουλές και από κάθε επηρεασμό του πονηρού και έτσι θα δοξάζουμε με παρρησία και για όλα Εσένα, τον Μόνο αληθινό και Φιλάνθρωπο Θεό.
Σὸν γὰρ ὡς ἀληθῶς, καὶ μέγα ὄντως μυστήριον, Δέσποτα τῶν ἁπάντων καὶ ποιητά, ἣ τε πρόσκαιρος λύσις τῶν σῶν κτισμάτων, καὶ ἡ μετὰ ταῦτα συνάφεια, καὶ ἀνάπαυσις ἡ εἰς αἰῶνας. 

Σοὶ χάριν ἐπὶ πᾶσιν ὁμολογοῦμεν, ἐπὶ ταῖς εἰσόδοις ἡμῶν ταῖς εἰς τὸν κόσμον τοῦτον, καὶ ταῖς ἐξόδοις, αἱ τάς ἐλπίδας ἡμῶν τῆς ἀναστάσεως, καὶ τῆς ἀκηράτου ζωῆς, διὰ τῆς σῆς ἀψευδοῦς ἐπαγγελίας προμνηστεύονται, ἧς ἀπολαύσαιμεν ἐν τῇ δευτέρᾳ μελλούσῃ παρουσίᾳ σου. Σὺ γὰρ εἶ καὶ τῆς ἀναστάσεως ἡμῶν ἀρχηγός, καὶ τῶν βεβιωμένων ἀδέκαστος, καὶ φιλάνθρωπος κριτής, καὶ τῆς μισθαποδοσίας Δεσπότης καὶ Κύριος, ὁ καὶ κοινωνήσας ἡμῖν παραπλησίως σαρκὸς καὶ αἵματος, διὰ συγκατάβασιν ἄκραν, καὶ τῶν ἡμετέρων ἀδιαβλήτων παθῶν, ἐν τῷ ἑκουσίως εἰς πεῖραν καταστῆναι, προσλαβόμενος σπλάγχνα οἰκτιρμῶν, καὶ ἐν ᾧ πέπονθας πειρασθεὶς αὐτός, τοῖς πειραζομένοις ἡμῖν γενόμενος αὐτεπάγγελτος βοηθός, διὸ καὶ συνήγαγες ἡμᾶς εἰς τὴν σὴν ἀπάθειαν.
Γιατί, Δέσποτα όλου του κόσμου και Δημιουργέ, είναι στ' αλήθεια και πραγματικά μέγιστο το μυστήριο της προσκαίρου διαλύσεως των δημιουργημάτων Σου και μετά από αυτό η επανένωση και η αιώνια ανάπαυση. 
Στη Χάρη Σου αποδίδουμε τα πάντα και για τις γεννήσεις μας σ' αυτό τον κόσμο και για τις αναχωρήσεις μας απ' αυτόν, που μας χαρίζουν μέσα από την αδιάψευστη υπόσχεσή Σου την εγγύηση της ελπιζομένης αναστάσεως και της αιώνιας ζωής, που είθε να απολαύσουμε με τη Δευτέρα μελλοντική παρουσία Σου. Εσύ είσαι ο Αρχηγός της αναστάσεώς μας και ο αδιάφθορος και φιλάνθρωπος Κριτής όλων των βιωθέντων πράξεων και ο Δεσπότης και ο Κύριος της ανταποδόσεως (της αγάπης).
Εσύ έγινες πολύ κοντά κοινωνός μας, αφού έγινες μέτοχος της ανθρωπίνης φύσεως με υπέρτατη συγκατάβαση και απέκτησες με τη θέλησή Σου την εμπειρία των αδιάβλητων παθών, ενώ προσέλαβες σπλάχνα οικτιρμών και δοκίμασες ο Ίδιος στον Εαυτό Σου τους πειρασμούς, έγινες έτσι με δική Σου πρωτοβουλία βοηθός σ' εκείνους, που προσβάλλονται από τους πειρασμούς, γι' αυτό και εμάζευσες όλους μας στη δική Σου απάθεια (αγιότητα).

Δέξαι οὖν, Δέσποτα, δεήσεις καὶ ἱκεσίας ἡμετέρας, καὶ ἀνάπαυσον πάντας τοὺς πατέρας ἑκάστου, καὶ μητέρας, καὶ ἀδελφούς, καὶ ἀδελφὰς καὶ τέκνα, καὶ εἲ τι ἄλλο ὁμογενὲς καὶ ὁμόφυλον, καὶ πάσας τὰς προαναπαυσαμένας ψυχὰς ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, καὶ κατάταξον τὰ πνεύματα αὐτῶν καὶ τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἐν κόλποις Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, ἐν χώρᾳ ζώντων, εἰς βασιλείαν οὐρανῶν, ἐν Παραδείσῳ τρυφῆς, διὰ τῶν φωτεινῶν Ἀγγέλων σου εἰσάγων ἅπαντας εἰς τάς ἁγίας σου μονάς, συνέγειρον καὶ τὰ σώματα ἡμῶν ἐν ἡμέρᾳ, ᾗ ὥρισας, κατὰ τὰς ἁγίας σου καὶ ἀψευδεῖς ἐπαγγελίας, οὐκ ἔστιν οὖν, Κύριε, τοῖς δούλοις σου θάνατος, ἐκδημούντων ἡμῶν ἀπὸ τοῦ σώματος, καὶ πρὸς σὲ τὸν Θεὸν ἐνδημούντων, ἀλλὰ μετάστασις ἀπὸ τῶν λυπηροτέρων ἐπὶ τὰ χρηστότερα καὶ θυμηδέστερα, καὶ ἀνάπαυσις καὶ χαρά. 

Εἰ δὲ καὶ τὶ ἡμάρτομεν εἰς σέ, ἵλεως γενοῦ ἡμῖν τε καὶ αὐτοῖς, διότι οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου ἐνώπιόν σου, οὐδ' ἂν μία ἡμέρα ᾖ ἡ ζωὴ αὐτοῦ, εἰμὴ μόνος σύ, ὁ ἐπὶ γῆς φανεὶς ἀναμάρτητος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, δι' οὗ πάντες ἐλπίζομεν ἐλέους τυχεῖν, καὶ ἀφέσεως ἁμαρτιῶν.

Δέξου λοιπόν, Δέσποτα, τις αιτήσεις και παρακλήσεις μας και ανάπαυσε όλους τους πατέρες και τις μητέρες και αδελφούς και αδελφάς και τα παιδιά και κάθε άλλον άνθρωπο του γένους και της φυλής μας και όλες τις ψυχές, που αναπαύθηκαν με την ελπίδα της αναστάσεως για την αιώνια ζωή. Κατάταξε δε τις ψυχές τους και τα ονόματά τους (υπάρξεις) στο βιβλίο της αιωνίου ζωής Σου, στην αγκαλιά του Αβραάμ και Ισαάκ και Ιακώβ, στο χώρο των μετά θάνατον ζώντων, στη Βασιλεία των Ουρανών, στην απόλαυση του Παραδείσου, ενώ θα εισάγεις τους πάντες με τους φωτεινούς Αγγέλους Σου στην Αγία διαμονή Σου. Ανάστησε δε μαζί μας και τα σώματά μας κατά την ημέρα, που Εσύ έχεις καθορίσει σύμφωνα με τις κατά πάντα αληθινές υποσχέσεις Σου. Κύριε, δεν υπάρχει για τους δούλους Σου θάνατος, όταν αναχωρούμε από το σώμα μας και ερχόμαστε κοντά σε Σένα, τον Θεό, αλλά αυτό είναι μετακίνηση από τα λυπηρότερα αυτού του κόσμου στα εκεί ευτυχή και ευχάριστα και επομένως είναι ανάπαυση και χαρά. 


Αν δε και σε κάτι αμαρτήσαμε ενώπιόν Σου, συγχώρεσε και εμάς (ζώντες) και αυτούς (κοιμηθέντας). Γιατί, κανείς δεν είναι μπροστά Σου καθαρός από αμαρτία, έστω κι αν η ζωή του διαρκέσει μόνο μια ημέρα. Ο Μοναδικός, που φάνηκε στη γη Αναμάρτητος, είναι ο Κύριός μας Ιησούς Χριστός, που σ' Αυτόν όλοι ελπίζουμε να ελεηθούμε και να συγχωρηθούν οι αμαρτίες μας.
Διὰ τοῦτο ἡμῖν τε καὶ αὐτοῖς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, ἄνες, ἄφες, συγχώρησον τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ πρόδηλα, τὰ λανθάνοντα, τὰ ἐν πράξει, ἐν διανοίᾳ, τὰ ἐν λόγῳ, τὰ ἐν πάσαις ἡμῶν ταῖς ἀναστροφαῖς, καὶ τοῖς κινήμασι, 



καὶ τοῖς μὲν προλαβοῦσιν ἐλευθερίαν καὶ ἄνεσιν δώρησαι, 



ἡμᾶς δὲ τοὺς περιεστῶτας εὐλόγησον, τέλος ἀγαθὸν καὶ εἰρηνικὸν παρεχόμενος ἡμῖν τε, καὶ παντὶ τῷ λαῷ σου, καὶ ἐλέους σπλάγχνα καὶ φιλανθρωπίας διανοίγων ἡμῖν, ἐν τῇ φρικτῇ καὶ φοβερᾷ σου παρουσίᾳ, καὶ τῆς βασιλείας σου ἀξίους ἡμᾶς ποίησον.
Γι' αυτό και σε μας και σ' αυτούς (κοιμηθέντας), επειδή είσαι αγαθός και φιλάνθρωπος Θεός, παράβλεψε, ελέησε και συγχώρεσε τα παραπτώματα, όσα κάναμε με τη θέλησή μας και όσα χωρίς αυτή, όσα ξέραμε και όσα δεν ξέραμε, όσα ήσαν φανερά και όσα κρυμμένα, όσα έγιναν με πράξεις, όσα περιορίσθηκαν στη διάνοια μόνο, όσα έγιναν αποκλειστικά με λόγια και όσα έγιναν σε όλες τις συναναστροφές και στις ταραγμένες συμπεριφορές μας. 

Και σε όσους πρόλαβαν και έφυγαν από αυτόν τον κόσμο, χάρισε Κύριε, την απελευθέρωση και την απαλλαγή από αυτά (παραπτώματα). 

Ευλόγησε δε όλους εμάς, που βρισκόμαστε ενώπιόν Σου και χάρισε και σε μας και σε όλο τον κόσμο το τέλος αυτής της ζωής μας να είναι αγαθό και ειρηνικό. Και αφού μας ανοίξεις διάπλατα τα σπλάχνα της αγάπης και της φιλανθρωπίας Σου κατά την ερχόμενη φοβερή και τρομερή Παρουσία Σου, να μας κάνεις άξιους μετόχους της Βασιλείας Σου.

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α’χορὸς: Κύριε ἐλέησον.


Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀναμέσον τοῦ σκότους, καὶ τὸν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλούς, καὶ ἐπὶ τῆς παρούσης ἡμέρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι λατρείαν προσαγαγεῖν. 

Αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τήν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου, καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας.
Θεέ μας, Εσύ που είσαι ο Μέγας και Ύψιστος, ο Μοναδικός Αθάνατος, που κατοικείς σε Φως απλησίαστο σε όλους, και δημιούργησες με τη Σοφία Σου όλη την κτίση και διαχώρισες ανάμεσα στο Φως και το σκοτάδι, αφού τοποθέτησες τον μεν ήλιο για να εξουσιάζει όλη την ημέρα, την δε σελήνη και τα αστέρια για να εξουσιάζουν όλη τη νύχτα. Εσύ, που αξίωσες εμάς τους αμαρτωλούς να σε συναντήσουμε προσωπικά και κατά τη σημερινή ημέρα, ενώ Σου προσφέρουμε, ως δοξολογία την εσπερινή λατρεία μας. 


Εσύ, Φιλάνθρωπε Κύριε, οδήγησε την προσευχή μας να ανεβεί ενώπιόν Σου σαν θυσία θυμιάματος και αποδέξου το γεμάτο μοσχοβολιά άρωμά της.
Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν, καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν, ἔνδυσον ἡμᾶς ὅπλα φωτός, ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ, καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου, καὶ δώρησαι ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ, ἵνα, καὶ ἐν ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν καὶ ἐν νυκτὶ τοῦ παναγίου ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες, ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν, καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.
Χάρισέ μας και αυτό το απόγευμα και την ερχόμενη νύχτα ειρηνική. Ντύσε μας με τη φωτεινή πνευματική πανοπλία. Προστάτευσέ μας από κάθε νυχτερινό φόβο και από κάθε επικίνδυνο πράγμα, που περνάει μέσα από το σκοτάδι (κρυμμένο). Χάρισέ μας τον ύπνο, που τον εδώρησες για να ξεκουράζουμε την αδύνατη φύση μας, ελεύθερο από κάθε διαβολική φαντασία. Ναι, Δέσποτα, όλου του κόσμου και χορηγέ όλων των αγαθών, ώστε και την ώρα του ύπνου ευρισκόμενοι σε κατάνυξη να επικαλούμαστε κατά τη διάρκεια της νύχτας το πανάγιο Όνομά Σου και να φωτιζόμαστε από τη μελέτη των εντολών Σου για να σηκωθούμε (το πρωί) με χαρούμενη την ψυχή μας και να δοξολογήσουμε την αγαθότητά Σου, ενώ συνάμα θα προσφέρουμε στην ευσπλαχνία Σου προσευχές και παρακλήσεις για τις αμαρτίες μας, αλλά και όλου του λαού Σου, τον οποίο και ελέησε με τις πρεσβείες της αγίας Θεοτόκου.


Κωνσταντίνου Σ. Γρηγοριάδη, "Πεντηκοστάριον Χαρμόσυνον", εκδ. Αθως.

Δημοφιλή

Επιλογή

Προσευχή για τους εχθρούς και τους φίλους <br>Oratio pro inimicis et amicis

̓ Ανεξίκακε βασιλεῦ καὶ ἀίδιε, ὁ διὰ τὴν ἐκ ξύλου κατάκρισιν ἐπὶ ξύλου ἀρθεὶς, καὶ τοῖς ἀκολουθεῖν σου τοῖς ἴχνεσιν αἱρουμένοις μακροθ...